1

 2

 3

 4

 5

 6

5

μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Ἐλύθη παρ' ἐλπίδα τῆς Ἐλισάβετ ἡ στείρωσις, ἵνα τῆς σῆς παρθενίας τῆς μὴ λυομένης ἡ λύσις τοῦ πάθους διδάσκαλος γένηται. Συνέλαβεν ἡ στεῖρα καὶ γραῦς τοῦ παρὰ σοῦ τεχθησομένου βασιλέως τὸν πρόδρομον, ἵνα πιστεύσῃς ὅτι σὺ τὸν Κύριον ἔχεις ἐπὶ τῆς σῆς γαστρός. Ἄπελθε, κατάμαθε τὴν Ἐλισάβετ· καὶ ἐὰν μὴ οὕτως αὐτὴν εὑρήσῃς, ὡς εἶπον, μὴ πιστεύσῃς μου τῷ κηρύγματι. Τί οὖν μετὰ τοὺς λόγους τούτους ἡ 62.768 ἁγία Μαρία, ἡ παρθένος τῷ σώματι καὶ τῇ ψυχῇ, ἡ εὐσεβὴς καὶ εὐλαβὴς καὶ εὐπειθὴς, ἡ φιλοτιμία τῆς ἀνθρωπίνης φύσεως, ἡ πύλη τῆς ἡμετέρας ζωῆς, ἡ πρόξενος τῆς σωτηρίας ἡμῶν; Τὴν τοῦ ἀγγέλου φωνὴν εὐμενῶς δεξαμένη, λέγει πρὸς αὐτόν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Ὡς δούλη τῷ δεσποτικῷ πρόκειμαι νεύματι· ὡς πηλὸς ὑπόκειμαι ταῖς τοῦ κεραμέως χερσίν· ὡς θέλει μετ' ἐξουσίας ὁ πλάστης, ἐν ἐμοὶ πραττέτω τὸ βούλημα· ὡς θέλει μετὰ φιλανθρωπίας, ἐν ἐμοὶ θαυματουργείτω τὴν παράδοξον κύησιν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· γένοιτό μοι τὰ ῥήματά σου ταῦτα, καὶ πράγματα ἐναργέστατα καὶ ἀληθινά. Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος, ὁ κατελθὼν οὐρανόθεν, κατήχησε, προκατήρτισε τὴν παρθένον, ἐδίδαξεν αὐτὴν, ὅσον ἐχώρησεν· ἤκουσε καὶ αὐτὸς παρ' αὐτῆς, ἅπερ ἐσπούδαζε μαθεῖν· καὶ πάλιν ἀνῆλθεν ὅθεν κατῆλθε, κάτω καταλιπὼν τὸν ἀποστείλαντα, καὶ πάλιν ἄνω εὑρὼν αὐτὸν ἐν οὐρανοῖς προσκυνούμενον ὑπὸ πάσης ἀγγελικῆς στρατολογίας.

Τί οὖν πρὸς ταῦτα λέγεις, ὦ Ἄρειε; εἰπέ μοι, ὦ ἄθλιε, πῶς ἐχωρήθη ὁ ἀχώρητος ἐν μήτρᾳ παρθενικῇ, πῶς παρθένος οὖσα συνέλαβε, καὶ παρθένος πάλιν διεφυλάχθη, καὶ τοῦ Σωτῆρος τὸν τόκον ἐπλούτησε, καὶ αὐτὴ συνεπλουτίσθη τῇ χάριτι. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ γὰρ ἡ μήτηρ τοῦ μυστηρίου τὸ μυστήριον, ὃ ἔτεκεν, οὐ κατέλαβε, πῶς σὺ δυνήσῃ τοῦτο καταλαβεῖν; εἰ Γαβριὴλ ὁ ἀρχάγγελος ἐρωτηθεὶς παρὰ τῆς μητρὸς τοῦ Κυρίου, Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω, πλεῖον εἰπεῖν οὐκ ἐδυνήθη, ἀλλὰ κατέφυγεν ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οὐδὲν ἕτερον δυνάμενος ἀποφήνασθαι ἰσχυρότερον, σὺ πῶς εὑρήσεις εἰπεῖν, ὅπερ ὁ Γαβριὴλ οὐκ ἴσχυσεν ἑρμηνεῦσαι; εἰ δὲ τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ, τὴν γενομένην ἐπ' ἐσχάτων τῶν ἡμερῶν, οὐδεὶς κατ' ἀξίαν δύναται διηγήσασθαι, ἐκείνην τὴν γέννησιν, τὴν οὐράνιον, τὴν ἄχρονον, τὴν ἀσώματον, τὴν ἀόρατον, τὴν ἀπαθῆ, τὴν παντελῶς ἀνέκφραστον καὶ ἀκατάληπτον, πῶς τολμᾷς πολυπραγμονεῖν; τίς παρέσχε σοι τῆς τοιαύτης τόλμης τὰ σπέρματα; Οἱ ἄγγελοι τὴν ἁγίαν Τριάδα προσκυνοῦσιν ἀπαύστως βοῶντες, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὐ λέγουσιν, ὡς σὺ λέγεις· Ἁγιώτερος ὁ Πατὴρ, ὡς πρεσβύτερος· οὐ λέγουσιν ὑφειμέναις φωναῖς, Ἅγιος ὁ Υἱὸς, ὡς νεώτερος· ἅγιος ὁ Παράκλητος, ὡς βραχύτερος· ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὑμνῳδίαν τῇ ἴσῃ Τριάδι προσφέρουσι. Πόθεν οὖν σὺ μόνος, ὦ Ἄρειε, ἔμαθες ἀντιφθέγγεσθαι τῇ κτίσει κατὰ τοῦ ποιητοῦ; Ἀλλὰ παραγράφῃ τῶν οὐρανῶν καὶ τῶν ἀγγέλων τὴν μαρτυρίαν. Τίνι οὖν ἐμμένεις, εἰπέ; τίς ἀρέσκει σοι τοῦ δόγματος τούτου κριτής; τίνα θέλεις λάβωμεν ἀπροσωπόλητον δικαστήν; τίνος δέχῃ τὴν περὶ τῆς εὐσεβείας ἐπίκρισιν; Ἐμμένεις τῷ Πατρὶ τῷ μᾶλλον πάντων εἰδότι τὸν οἰκεῖον Υἱόν; Οὐκοῦν ἀκούσωμεν αὐτοῦ βοῶντος· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ἐὰν εἴπῃ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, αὐτοῦ ἀκούετε· ἐὰν εἴπῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, αὐτοῦ ἀκούετε· ἐὰν εἴπῃ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, αὐτοῦ ἀκούετε· οὐ γὰρ ψεύδεται ἡ ἀλήθεια· ἐὰν εἴπῃ, Ὁ πέμψας με Πατὴρ μείζων μού ἐστι, μὴ τῇ θεότητι τοῦ λαλοῦντος, ἀλλὰ τῇ ἀνθρωπότητι τὸ ἔλαττον προσαρμόσατε. Ἤκουσας, Ἄρειε, τῆς τοῦ Πατρὸς ἐπικρίσεως· ἄκουσον καὶ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τούτοις ἐπιψηφιζομένου τοῖς ῥήμασιν· Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται,