5
μύρμηκα, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Μυρμήκων ἐγενόμεθα μαθηταὶ, οἱ κατ' εἰκόνα Θεοῦ γενόμενοι. Ἀλλ' οὐχ ὁ ποιήσας αἴτιος, ἀλλ' ἡμεῖς μὴ μείναντες ἐπὶ τῆς εἰκόνος. Καὶ τί λέγω μυρμήκων; λίθων ἐγενόμεθα ἀναισθητότεροι. Βούλει καὶ τούτων παράγω τὴν μαρτυρίαν; Ἀκούσατε, φάραγγες καὶ τὰ θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ. Πρὸς ἀνθρώπους δικάζῃ, καὶ τὰ θεμέλια τῆς γῆς καλεῖς; Ναὶ, φησί· τῶν γὰρ θεμελίων τῆς γῆς ἀναισθητότεροί εἰσιν οἱ ἄνθρωποι. Ποίαν οὖν ἔτι ζητεῖς ὑπερβολὴν κακίας, ὅταν καὶ ὄνων ἀναισθητότεροι, καὶ βοῶν ἀλογώτεροι, καὶ χελιδόνος καὶ τρυγόνος ἀγνωμονέστεροι, καὶ μυρμήκων ἀσυνετώτεροι, καὶ λίθων ἀναισθητότεροι, καὶ ὄφεων ἴσοι φαινώμεθα; Θυμὸς γὰρ αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ τί χρὴ λέγειν τῶν ἀλόγων τὴν ἀναισθησίαν, ὅταν καὶ αὐτοῦ τοῦ διαβόλου φαινώμεθα τέκνα καλούμενοι; Ὑμεῖς γὰρ, φησὶν, υἱοὶ τοῦ διαβόλου ἐστέ. 50.448 δʹ. Ἀλλ' ὅμως ἡμεῖς οἱ ἀναίσθητοι καὶ ἀγνώμονες, οἱ ἀνόητοι, οἱ τῶν λίθων ἀναισθητότεροι, οἱ πάντων κατώτεροι, οἱ ἄτιμοι, οἱ εὐτελέστατοι· πῶς εἴπω; τί λαλήσω; πῶς ἐξενέγκω τὸ ῥῆμα τοῦτο; ἡ φύσις ἡ εὐτελὴς, ἡ πάντων ἀσυνετωτέρα, πάντων ἀνωτέρα γέγονε σήμερον. Σήμερον ἀπέλαβον ἄγγελοι, ὃ πάλαι ἐπόθουν· σήμερον εἶδον ἀρχάγγελοι, ὃ πάλαι ἐπεθύμουν, τὴν φύσιν τὴν ἡμετέραν ἀπὸ τοῦ θρόνου ἀστράπτουσαν τοῦ βασιλικοῦ, δόξῃ καὶ κάλλει στίλβουσαν ἀθανάτῳ. Τοῦτο γὰρ πάλαι ἐπόθουν ἄγγελοι, τοῦτο γὰρ πάλαι ἐπεθύμουν ἀρχάγγελοι. Εἰ γὰρ καὶ ὑπερέβαινεν αὐτοὺς ἡ τιμὴ, ἀλλ' ὅμως ἔχαιρον καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς· καὶ γὰρ ὅτε ἐκολαζόμεθα, ἤλγουν· εἰ γὰρ καὶ ἐφύλαττε τὰ Χερουβὶμ τὸν παράδεισον, ἀλλ' ὅμως ἤλγουν. Καὶ καθάπερ οἰκέτης σύνδουλον λαβὼν εἰς φυλακὴν, διὰ τὸ πρόσταγμα τοῦ δεσπότου φυλάττει μὲν τὸν σύνδουλον, ἀλγεῖ δὲ ἐπὶ τῷ γινομένῳ διὰ τὴν συμπάθειαν τὴν περὶ τὸν ὁμόδουλον· οὕτω καὶ τὰ Χερουβὶμ ἔλαβε μὲν φυλάττειν τὸν παράδεισον, ἤλγει δὲ ὅμως ἐπὶ τῇ φυλακῇ. Καὶ ἵνα μάθῃς ὅτι ἤλγει, ἀπὸ τῶν ἀνθρώπων σοι τοῦτο ποιῶ φανερόν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀνθρώπους συμπαθοῦντας τοῖς συνδούλοις, μηκέτι λοιπὸν ἀμφιβάλλῃς περὶ τῶν Χερουβίμ· πολὺ γὰρ τῶν ἀνθρώπων φιλοστοργότεραι αἱ δυνάμεις ἐκεῖναι. Τίς οὖν δικαίων οὐκ ἤλγησε, κολαζομένων ἀνθρώπων δικαίως, καὶ μεθ' ἁμαρτήματα μυρία; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι τὰς ἁμαρτίας αὐτῶν μαθόντες, καὶ ἰδόντες ὅτι προσέκρουσαν τῷ ∆εσπότῃ, ἤλγησαν· ὁ μὲν Μωϋσῆς μετὰ τὴν εἰδωλολατρείαν· διὸ καὶ ἔλεγεν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τί τοῦτο; ὁρᾷς τὴν ἀσέβειαν, καὶ ἀλγεῖς ὑπὲρ τῶν κολαζομένων; ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἀλγῶ, ὅτι καὶ κολάζονται καὶ δικαίας κολάσεως παρέχονται τὰς αἰτίας. Ὁ δὲ Ἰεζεκιὴλ ἰδὼν τὸν ἄγγελον κατακόπτοντα τὸν λαὸν, ἀνεβόησε μέγα καὶ ὠλόλυξε, καί φησιν· Οἴμοι, Κύριε, ὅτι ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ. Καὶ ὁ Ἱερεμίας, Παίδευσον ἡμᾶς, Κύριε, φησὶ, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς. Εἶτα Μωϋσῆς μὲν καὶ Ἰεζεκιὴλ καὶ Ἱερεμίας ἀλγοῦσιν, αἱ δὲ δυνάμεις ἐκεῖναι οὐδὲν ἔπασχον ἐπὶ τοῖς ἡμετέροις κακοῖς; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὅτι γὰρ οἰκειοῦνται τὰ ἡμετέρα, μάθε ὅσην χαρὰν ἐπεδείξαντο, ὅτε εἶδον ἡμῖν καταλλαγέντα τὸν ∆εσπότην. Εἰ δὲ μὴ πρὸ τούτου ἤλγουν, οὐκ ἂν οὐδὲ μετὰ ταῦτα ἥσθησαν. Ὅτι δὲ ἔχαιρον, δῆλον ἐξ ὧν φησιν ὁ Χριστὸς, Ὅτι χαρὰ ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἑνὶ ἁμαρτωλῷ ἐπιστρέφοντι. Εἰ δὲ ἕνα ἁμαρτωλὸν ἐπιστρέφοντα ὁρῶντες ἄγγελοι χαίρουσι, διὰ τῆς ἀπαρχῆς σήμερον ὁρῶντες τὴν φύσιν ἅπασαν εἰσενηνεγμένην εἰς οὐρανὸν, πῶς οὐκ ἂν μεγίστην ἐδέξαντο ἡδονήν; Ἄκουσον γοῦν καὶ ἑτέρωθεν τῶν ἄνω δήμων τὴν εὐφροσύνην τὴν ἐπὶ τῇ ἡμετέρᾳ καταλ 50.449 λαγῇ· ὅτε γὰρ ἐτέχθη ὁ Κύριος ἡμῶν τὸ κατὰ σάρκα, ἰδόντες ὅτι κατηλλάγη λοιπὸν τοῖς ἀνθρώποις· οὐ γὰρ ἂν, εἰ μὴ κατηλλάγη, τοσοῦτον κατέβη· ἰδόντες οὖν τοῦτο, χορὸν στησάμενοι ἐπὶ τῆς γῆς ἐβόων καὶ ἔλεγον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις