1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

5

ἀλλὰ δουλεύει μυρίοις δεσπόταις ἐναντία καὶ ἐπιθυμοῦσι καὶ λέγουσιν. Ὅπερ γὰρ ἐγκωμιάζει εἷς, μέμφεται ἕτερος· ὅπερ ψέγει οὗτος, θαυμάζει ἄλλος. Τίνος οὖν ἀκοῦσαι χρὴ, τίνι πεισθῆναι; Οὐκ ἔστι. Καὶ ὁ μὲν ἀργυρώνητος, κἂν ἐναντία ὁ δεσπότης αὐτῷ προστάξῃ, καὶ δυσχεραίνει· σὺ δὲ, ἂν τοσούτων δεσποτῶν ἐναντία ἐπιταττόντων ἀλγήσῃς, καὶ τούτου δίδως δίκην, τὰ πάντων ἐπὶ σὲ στόματα ἀνοίγων. Τοῦτο οὖν, εἰπέ μοι, τιμή; τοῦτο ἀρχή; τοῦτο ἐξουσία; 62.669 δʹ. Εἶπεν ὁ τὴν ἐπισκοπὴν ἔχων, εἰσενεγκεῖν χρήματα· ἂν μὴ θέλῃ, οὐ μόνον οὐκ εἰσήνεγκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥᾳθυμίας ἕνεκεν τοῦτο ποιεῖν, κατηγορεῖ τοῦ κελεύσαντος· κλέπτει, φησὶν, ἁρπάζει, καταπίνει τὰ τῶν πενήτων, κατεσθίει τὰ τῶν πτωχῶν. Παῦσαι λοιδορῶν· μέχρι τίνος ταῦτα φής; Οὐ βούλει εἰσενεγκεῖν; οὐδεὶς ὁ καταναγκάζων, οὐδεὶς ὁ βιαζόμενος· τί καὶ λοιδορῇ τῷ παραινοῦντι καὶ συμβουλεύοντι; Ἀλλ' εἰς χρείαν τις κατέστη, καὶ οὐκ ὤρεξε χεῖρα μὴ δυνηθεὶς, ἢ καὶ ἑτέρωθι ἀσχοληθείς. Οὐδεμία συγγνώμη, ἀλλὰ πάλιν κατηγορίαι χείρους τῶν προτέρων. Τοῦτο γοῦν ἀρχή; Καὶ ἀμύνασθαι οὐκ ἔχει· σπλάγχνα γάρ ἐστιν ἴδια. Καὶ ὥσπερ τὸ σπλάγχνον, κἂν οἰδαίνῃ, κἂν πόνον παρέχῃ καὶ τῇ κεφαλῇ καὶ τῷ λοιπῷ σώματι, οὐ τολμῶμεν ἀμύνασθαι· οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύομεν· οὕτω κἂν τῶν ἀρχομένων τις τοιοῦτος ᾖ, πόνους ἡμῖν παρέχων καὶ ἀθυμίας ἐκ τῶν κατηγοριῶν τούτων, οὐ τολμῶμεν ἀμύνασθαι· πόῤῥω γὰρ ταῦτα πατρικῆς διανοίας, ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος ὑγιάνῃ καλῶς. Ὁ ἀργυρώνητος οἰκέτης ἔχει τι ἔργον ἐπιτεταγμένον, κἂν τοῦτο ἀνύσῃ, λοιπὸν ἑαυτοῦ κύριος γίνεται· οὗτος δὲ πανταχοῦ περιέλκεται, πολλὰ καὶ τῶν ὑπὲρ δύναμιν ἀπαιτεῖται· ἂν μὴ εἰδῇ λέγειν, πολὺς ὁ γογγυσμός· ἂν δὲ εἰδῇ λέγειν, πάλιν κατηγορίαι, Κενόδοξός ἐστιν· ἂν μὴ νεκροὺς ἀνιστᾷ, Οὐδενὸς λόγου ἄξιος, φησίν· ὁ δεῖνα εὐλαβής ἐστιν, οὗτος δὲ οὔ. Ἂν ἀπολαύῃ συμμέτρου τροφῆς, πάλιν κατηγορίαι· Ἔδει αὐτὸν ἀπηγχονίσθαι, φησίν· ἂν λουόμενον ἴδῃ τις, πολλαὶ κατηγορίαι· Ὅλως οὐδὲ τὸν ἥλιον ὁρᾷν ὀφείλει, φησίν. Εἰ δὲ τὰ αὐτὰ πράττει, ἅπερ ἐγὼ, καὶ λούεται καὶ ἐσθίει καὶ πίνει καὶ ἱμάτια περιβέβληται, καὶ οἰκίας φροντίζει καὶ οἰκετῶν, τίνος ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ καὶ οἰκέτας ἔχει, φησὶ, τοὺς διακονουμένους αὐτῷ, καὶ ἐπὶ ὄνου ὀχεῖται· τίνος οὖν ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ τί, εἰπέ μοι, οὐκ ὀφείλει τὸν διακονούμενον ἔχειν, ἀλλ' αὐτὸς τὸ πῦρ ἀνακαίειν, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ εἰς ἀγορὰν ἐμβάλλειν; καὶ πόση τοῦτο αἰσχύνη γίνεται; Καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες, οἱ ἀπόστολοι, τὸν τῷ λόγῳ προσκαρτεροῦντα οὐδὲ διακονίᾳ χηρῶν βούλονται προσανέχειν, ἀλλ' ἀνάξιον αὐτοῦ τὸ πρᾶγμα εἶναι νομίζουσι· σὺ δὲ αὐτὸν καὶ εἰς τὴν οἰκετῶν ὑπηρεσίαν καθέλκεις τῶν σῶν; ∆ιὰ τί ὁ ταῦτα ἐπιτάττων οὐ παρέρχῃ σὺ, καὶ ταῦτα πληροῖς; εἰπέ μοι, οὐχὶ μείζονά σοι διακονεῖται ὑπηρεσίαν, ἢ σὺ τὰ σωματικά; διὰ τί μὴ τὸν παῖδα πέμπεις τὸν σὸν πρὸς τὴν τούτου ὑπηρεσίαν; Ὁ Χριστὸς ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· σὺ θεραπείαν ἂν παράσχῃς τῷ διδασκάλῳ, μέγα τι ποιεῖς; Ἀλλ' οὔτε σὺ βούλει παρασχεῖν, καὶ αὐτὸν κωλύεις. Τί οὖν; ἀπὸ τοῦ οὐρανοῦ ζῇν ὀφείλει; Ἀλλ' οὐ βούλεται οὕτως ὁ Θεός. Τί οὖν; οἱ ἀπόστολοι, φησὶν, ἐλευθέρους 62.670 εἶχον δουλεύοντας; Βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀπόστολοι διῆγον; ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου παραινοῦντος καὶ λέγοντος· Τοὺς οὖν τοιούτους ἐντίμους ἔχετε· καὶ πάλιν, ∆ιὰ τὸ ἔργον τοῦ Θεοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Ὁρᾷς τί φησι; Σὺ δὲ οὐδὲ λόγον προΐεσαι ὑπὲρ τοῦ πατρὸς τοῦ σοῦ, μήτι γε κίνδυνον τοσοῦτον ἀναδέχῃ. Ἀλλὰ λούεσθαι, φησὶν, οὐ χρή. ∆ιὰ τί, εἰπέ μοι; ποῦ τοῦτο