1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

5

ἀνθρώπου τοῦτο ἐποίουν γόητος καὶ μάγου, τοῦ Πυθαγόρου λέγω· Αὐτὸς ἔφη· καὶ ἐπὶ ναῶν ἡ σιγὴ ἄνωθεν ἐγέγραπτο, καὶ κατεῖχε τῷ δακτύλῳ τὸ στόμα, καὶ ἐπισφίγγουσα τὰ χείλη, πᾶσι τοῖς παριοῦσι σιγᾷν παρῄνει. Εἶτα ἐκεῖνα μὲν οὕτω σεμνὰ, τὰ δὲ ἡμέτερα οὐχ οὕτως, ἀλλὰ καταγέλαστα; καὶ ποίας οὐχὶ μανίας ἂν εἴη τοῦτο ὑπερβολή; Τὰ μὲν γὰρ Ἑλλήνων εἰκότως ζητεῖται· τοιαῦτα γάρ ἐστι, μάχαι τῶν λογισμῶν καὶ ἀμφισβητήσεις καὶ συμπεράσματα· τὰ δὲ ἡμέτερα τούτων ἁπάντων κεχώρισται. Ἐκεῖνα μὲν γὰρ ἀνθρωπίνη εὗρε σοφία, ταῦτα δὲ χάρις ἐδίδαξε πνευματική· ἐκεῖνα μωρίας καὶ ἀνοίας, ταῦτα τῆς ὄντως σοφίας δόγματα. Ἐκεῖ οὐκ ἔστι μαθητὴς, οὐδὲ διδάσκαλος, ἀλλὰ πάντες συζητοῦσιν· ἐνταῦθα κἂν διδάσκαλος ᾖ, κἂν μαθητὴς, μαθεῖν παρ' οὗ μαθεῖν χρὴ, πείθεσθαι, οὐκ ἀμφισβητεῖν, πιστεύειν, οὐ συλλογίζεσθαι. ∆ιὰ πίστεως γὰρ πάντες εὐδοκίμησαν οἱ παλαιοὶ, καὶ ταύτης ἄνευ πάντα διέφθαρται. Καὶ τί λέγω περὶ τῶν ἐπουρανίων; κἂν τὰ ἐπὶ γῆς ἐξετάσωμεν, ταύτης εὑρήσεις ἐχόμενα· οὔτε γὰρ συναλλάγματα, οὔτε τέχναι, οὔτε ἄλλο οὐδὲν ἔσται τοιοῦτον χωρὶς ταύτης. Εἰ δὲ ἐνταῦθα, ἔνθα περὶ ψευδῶν πραγμάτων, ταύτης δεῖ, πολλῷ μᾶλλον ἐν ἐκείνοις. Ταύτης οὖν ἐχώμεθα, ταύτην μετίωμεν· οὕτω πάντα τὰ ὀλέθρια δόγματα τῆς ψυχῆς ἐκβάλλομεν τῆς ἡμετέρας, οἷον γένεσιν λέγω καὶ εἱμαρμένην. Ἂν πιστεύσῃς ὅτι ἔστιν ἀνάστασις καὶ κρίσις, πάντα τὰ τοιαῦτα δυνήσῃ τῆς ψυχῆς ἐκβαλεῖν· πίστευσον ὅτι ἔστι Θεὸς δίκαιος, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις ἄδικος· πίστευσον ὅτι ἔστι Θεὸς προνοῶν, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις πάντα συνέχουσα· πίστευσον ὅτι ἔσται κόλασις καὶ βασιλεία, καὶ οὐ πιστεύσεις ὅτι ἔστι γένεσις, τὸ μὲν ἐφ' ἡμῖν ἀναιροῦσα, ὑποβάλλουσα δὲ ἡμᾶς ἀνάγκῃ καὶ βίᾳ. Μὴ σπείρῃς, μὴ φυτεύσῃς, μὴ στρατεύσῃ, μηδὲν ὅλως ἐργάσῃ· πάντως γὰρ καὶ ἑκόντος σου καὶ ἄκοντος ἥξει τὰ τῆς γενέσεως. Τί ἡμῖν δεῖ λοιπὸν εὐχῶν; διὰ τί οὖν θέλεις γενέσθαι Χριστιανὸς, εἰ γένεσις ἔστιν; οὐ γὰρ ὑπὸ ἔγκλημα ἔσῃ. Πόθεν τέχναι; 62.508 ἀπὸ γενέσεως; Ναὶ, φησὶ, καὶ εἵμαρται τῷ δεῖνι γενέσθαι σοφῷ μετὰ πόνων. Καὶ δεῖξόν μοί τινα χωρὶς τοῦ πονεῖν, μαθόντα τέχνην· ἀλλ' οὐκ ἂν ἔχοις· οὕτως οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τῶν πόνων. Πόθεν οὖν ὁ δεῖνα πλούσιός ἐστι μιαρὸς ὢν, φησὶ, καὶ πονηρὸς, παρὰ πατρὸς μὴ δεξάμενος τὴν κληρονομίαν· ἕτερος δὲ μυρία μοχθῶν, πένης ὑπάρχει; ταῦτα γὰρ συνεχῶς γυμνάζουσι πάντα ἐπὶ πλούτου καὶ πενίας κινοῦντες, οὐδὲν ἐπὶ κακίας καὶ ἀρετῆς. Ἀλλ' ἐνταῦθα μὴ τοῦτο εἴπῃς, ἀλλὰ δεῖξον εἴ τις κακὸς ἐγένετο σπουδάζων, εἴ τις ἀγαθὸς ῥᾳθυμῶν· εἰ γὰρ ἰσχὺν ἔχει ἡ εἱμαρμένη, ἐπὶ τῶν μεγίστων ἐνδεικνύσθω τὴν ἰσχὺν, ἐπὶ ἀρετῆς καὶ κακίας, μὴ ἐπὶ πλούτου καὶ πενίας. Καὶ πόθεν ὁ δεῖνα ἐν νόσοις, φησὶν, ὁ δεῖνα ἐν ὑγείᾳ; πόθεν ὁ δεῖνα εὐδοκιμεῖ, ἕτερος δὲ ἀσχημονεῖ; πόθεν ἐκείνῳ κατὰ γνώμην τὰ πράγματα προχωρεῖ, ἑτέρῳ δὲ μυρία ἐπὶ μυρίοις ἐμποδίσματα; Ἀπόστηθι τῆς γενέσεως, καὶ εἴσῃ ταῦτα· ἀκριβῶς πίστευσον ὅτι Θεός ἐστιν ὁ προνοῶν, καὶ εἴσῃ σαφῶς ταῦτα. Ἀλλ' οὐ δύναμαι, φησίν· οὐ γὰρ ἀφίησιν ἡ σύγχυσις τῶν πραγμάτων τούτων ὑποπτεῦσαι πρόνοιαν. Εἰ Θεοῦ ταῦτα ἔργα, πῶς δύναμαι πιστεῦσαι ὅτι Θεὸς ὁ ἀγαθὸς τῷ πόρνῳ, τῷ μιαρῷ, τῷ πλεονέκτῃ χρήματα δίδωσι, τῷ δὲ ἀγαθῷ οὐκέτι; πόθεν πιστεύσω; ἀπὸ γὰρ πραγμάτων δεῖ πιστεύειν. Καλῶς· οὐκοῦν γενέσεως ἐκεῖνα δικαίας, ἢ ἀδίκου; Ἀδίκου, φής. Τίς οὖν ταύτην ἐποίησεν; ἆρα ὁ Θεός; Οὒ, φησὶν, ἀλλ' ἀγέννητός ἐστι. Καὶ πῶς ἀγέννητος οὖσα τοιαῦτα ἐργάζεται; ἐναντία γὰρ ταῦτα. Οὐκ ἔστιν οὖν ὅλως Θεοῦ ταῦτα. Οὐκοῦν ἐξετάσωμεν, τίς τὸν οὐρανὸν ἐποίησεν. Ἡ γένεσις, φησί. Τίς τὴν γῆν, τίς τὴν θάλασσαν, τίς τὰς ὥρας; Εἶτα ἐν μὲν τοῖς ἀψύχοις τοσαύτην εὐταξίαν ἐποίησε, τοσαύτην ἁρμονίαν, ἐν δὲ ἡμῖν, δι' οὓς τὰ πάντα, τοσαύτην ἀταξίαν; ὥσπερ ἂν εἴ τις τῆς μὲν οἰκίας, ὅπως ἔσται θαυμαστὴ, προνοήσειε, τῶν δὲ οἰκετῶν μηκέτι. Τίς τὴν διαδοχὴν τῶν