5
εἴπω, δέδοικα μή ποτε ἐπιτίμη σιν δέξωμαι πάλιν. Μέσην οὖν ἦλθεν ὁδὸν, καὶ ὁ παν ταχοῦ προπηδῶν, τότε τῆς Ἰωάννου παῤῥησίας ἐδεῖ το, ὥστε μαθεῖν τὸ λεγόμενον. Οὐδὲν γὰρ ἕτερον ἀνέπνει. καὶ εἶχεν ἐν τῇ ψυχῇ διηνεκῶς, ἀλλ' ἢ τὸν διδάσκαλον μόνον. ∆ιὰ τοῦτο καὶ δεσμωτηρίων καὶ μυρίων μετὰ ταῦτα κατετόλμα θανάτων, καὶ πάσης τῆς παρούσης κατεγέλα ζωῆς. ∆ι' ἐκεῖνον καὶ μάστι γας λαβὼν, καὶ τοὺς μώλωπας ἔχων ἐπὶ τοῦ νώτου, πρὸς τοὺς μαστίξαντας ἔλεγεν· Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες φρόνη μα ἀδούλωτον; εἶδες παῤῥησίαν ἀχείρωτον; εἶδες ψυχὴν οὐρανίου πόθου καὶ ἔρωτος γέμουσαν; Πῶς οὖν τολμᾷς λέγειν, ὅτι φοβούμενος τοὺς ἐκ περιτομῆς, ὑπέστελλεν ἑαυτὸν καὶ ἀφώρισε; Καὶ πολλὰ δὲ ἕτερα ἐνῆν εἰπεῖν περὶ Πέτρου, δεικνύντα αὐτοῦ τὴν θερμό τητα, καὶ τὴν ἀνδρείαν, καὶ τὸν πόθον, ὃν εἶχε περὶ τὸν Χριστόν· ἀλλ' ἵνα μὴ μηκύνωμεν ἀκαίρως τὸν λόγον, ἀρκεῖ τὰ εἰρημένα. Οὐδὲ γὰρ ἐγκώμιον αὐτοῦ τήμερον εἰπεῖν πρόκειται, ἀλλὰ τὴν δοκοῦσαν εἶναι ζήτησιν λῦσαι, καὶ εἰς πέρας ἀγαγεῖν. ζʹ. Σὺ δὲ καὶ ἑτέρωθεν σκόπει, πῶς οὐκ ἔστι πιθανὴ ἡ κατηγορία. Τότε μὲν γὰρ παρὰ τὴν ἀρχὴν, ὅτε ἔλε γε· Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανά του, τότε μεταξὺ ἐχθρῶν ἦν, ἔτι φονώντων, ἔτι τῷ θυμῷ ζεόντων, ἔτι βουλομένων διασπάσασθαι τοὺς μαθητάς. Ἤκμαζε γὰρ αὐτοῖς ἔτι τὸ πάθος, καὶ ᾤδει ἡ διάνοια τῷ θυμῷ. Νυνὶ δὲ, ὅτε ταῦτα Παῦλος ἔγρα φεν, ἑπτὰ καὶ δέκατον ἔτος εἶχε τὸ κήρυγμα. Εἰπὼν γάρ· Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα, λέ γει πάλιν, ὅτι Μετὰ δεκατέσσαρα ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα. Ὁ τοίνυν τότε ἐν προοιμίοις τοῦ κηρύγματος μὴ φοβηθεὶς, νῦν μετὰ χρόνον τοσοῦτον φοβεῖται; ὁ ἐν Ἱεροσολύμοις μὴ δείσας, ἐν Ἀντιοχείᾳ δέδοικεν; ὁ, πολεμίων κυκλωσάντων αὐτὸν, μὴ πτοη θεὶς τότε, νῦν οὐδὲ πολεμίων παρόντων, ἀλλὰ πι στῶν καὶ μαθητῶν, ἀγωνιᾷ, καὶ δέδοικε, καὶ οὐκ ὀρθοποδεῖ; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, ἀναπτομέ νης μὲν τῆς πυρᾶς καὶ εἰς ὕψος ἐγειρομένης κατα τολμᾷν, σβεσθεῖσαν δὲ καὶ γενομένην τέφραν δεδοικέ ναι καὶ τρέμειν; Εἰ δειλὸς ἦν καὶ ἄνανδρος ὁ Πέτρος, ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν τῇ μητροπόλει τῶν Ἰουδαίων, ὅπου πάντες ἦσαν οἱ πολέμιοι, τότε ἂν ἔδεισεν, οὐ μετὰ χρόνον τοσοῦτον ἐν τῇ χριστιανικωτάτῃ πό λει, οὐδὲ φίλων καὶ γνησίων παρόντων. Ὥστε οὔτε ὁ καιρὸς, οὔτε ὁ τόπος, οὔτε ἡ ποιότης τῶν προσώπων ἀφίησιν ἡμᾶς πιστεῦσαι τοῖς λεγομένοις οὕτως ὡς εἴρηται, καὶ καταγνῶναι τοῦ Πέτρου δειλίαν. Ἐπηνέσατε τὰ εἰρημένα; Καίτοι γε ἐν ἀρχῇ τὸν 51.378 Παῦλον ἐθαυμάζετε, καὶ τῆς παῤῥησίας αὐτὸν ἐξ επλήττεσθε· ἀλλ' ἰδοὺ περιέτρεψε τὴν κατηγορίαν ὁ λόγος. Ἀλλ' ὥσπερ ἀρχόμενος ἔλεγον, ὅτι οὐδέν μοι ὄφελος, ἐὰν Παύλου καλῶς ποιοῦντος, ὁ Πέτρος δειχθῇ μὴ καλῶς ποιῶν (τὰ γὰρ ἐγκλήματα καὶ ἡ καθ' ἡμῶν αἰσχύνη μένει, ἄν τε οὗτος, ἄν τε ἐκεῖνος διημαρτη κὼς τύχῃ), οὕτω καὶ νῦν τὸ αὐτὸ λέγω πάλιν, ὡς οὐδέν μοι ὄφελος, ἂν Πέτρου τὴν κατηγορίαν ἀπο σκευασαμένου, ὁ Παῦλος φαίνηται θαρσαλέως καὶ ἀπερισκέπτως τοῦ συναποστόλου κατηγορῶν. Φέρε οὖν, καὶ τοῦτον τῶν ἐγκλημάτων ἀπολύσωμεν. Τί οὖν; ὁ μὲν Πέτρος τοιοῦτος, ὁ δὲ Παῦλος οὐ τοιοῦτος; καὶ τί Παύλου θερμότερον γένοιτ' ἂν, ὃς καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε διὰ τὸν Χριστόν; Ἀλλὰ νῦν οὐ περὶ ἀνδρείας ἡμῖν ὁ λόγος, (τί γὰρ πρὸς τὸ προκεί μενον τοῦτο;) ἀλλ' εἰ ἀπεχθῶς πρὸς τὸν ἀπόστολον διέκειτο, ἢ εἰ κενοδοξίας τινὸς καὶ φιλονεικίας ἦν αὕτη ἡ μάχη. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· μὴ γένοιτο· Οὐδὲ γὰρ Πέτρου τοῦ κορυφαίου τῶν ἁγίων ἐκείνων μόνον, ἀλλὰ καὶ πάντων δοῦλος ἦν ἁπλῶς τῶν ἀπο στόλων ὁ Παῦλος, καὶ ταῦτα πλεονεκτῶν ἁπάντων κατὰ τοὺς κόπους· ἀλλ' ὅμως πάντων ἑαυτὸν ἔσχα τον