5
Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· ὃν ἡ πανάρετος Σοφία ἐν τοῖς ᾄσμασιν ἀνακηρύττει· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα.
Ἄρα τίς ἐστιν ὁ βοῤῥᾶς, ἢ ὁ νότος; ἢ τίς ἐστιν ὁ κῆπος; ἢ τίνα τὰ ἐν τῷ κήπῳ φυτά; ἢ τίνα τὰ ἀρώματα τὰ ῥέοντα; Ἐγὼ τοῦτο εἶναι οἶμαι, ὡς ἑρμηνεύει ἡ Γραφὴ, βοῤῥᾶν εἶναι τὴν ἁγίαν Παρθένον, νότον τὸν Σωτῆρα τοῦ κόσμου, φυτὰ τοὺς ἁγίους μάρτυρας καὶ ἀποστόλους, πηγὴν ἄρδουσαν τὸν κῆπον τὸ βάπτισμα τοῦ Σωτῆρος, φύλακα τοῦ κήπου τοῦ σταυροῦ τὴν σφραγῖδα, ἀρώματα εἶναι τὰ ἰάματα καὶ τὰ χαρίσματα τοῦ Σωτῆρος. Τοῦτο οὖν ἐστιν· Ἐξεγείρου, βοῤῥᾶ, τουτέστιν, ἡ Παρθένος ἐκ τῆς Γαλιλαίας· καὶ ἔρχου, νότε· δεῦρο, Χριστὲ, ἐκ τοῦ οὐρανοῦ ἀπὸ μεσημβρίας, καὶ ἔμπνευσον εἰς τὴν ἁγίαν Παρθένον· διάπνευσον εἰς τὸν κόσμον, καὶ ἐξέγειρον τοὺς ἁγίους μάρτυρας, καὶ ἀποστόλους, καὶ ῥευσάτωσαν τὰ ἀρώματα ἐπὶ τοὺς ἀσθενεῖς καὶ πεπλανημένους.
Ταῦτα τὰ ἀρώματα εἰς διαφόρους πήγνυται χάριτας, καὶ γίνεται τοῖς ἀσθενοῦσιν ὑγιείας τεκμήριον, τοῖς πεπλανημένοις ἐπιστροφῆς ἔλεγχος, τοῖς ἁμαρτωλοῖς μετανοίας συνήγορος, τοῖς δικαίοις εὐρωστίας βοήθημα. Πῶς οὖν ἐπαξίως ὑμνήσωμεν τῶν ἰαμάτων τὰ ἰάματα, τὴν ζωοποιὸν ἐλπίδα, τὴν ἐπίγειον ζωὴν, τὴν οὐράνιον σωτηρίαν; Πῶς ἐμυρίζετο ἡ γῆ, ὅτε ταῦτα ἔῤῥεον τὰ ἀρώματα; πῶς δὲ πάλιν ἡ γῆ ἔφερε τὰ ἴδια θυμιάματα; καὶ τῷ ∆εσπότῃ μετὰ φόβου προσφέρουσα ἔλεγε· Σὺ, φησὶ, ∆έσποτα, παρέχεις τὰ οὐράνια ἀρώματα, κἀγὼ τὰ ἐπίγεια τῶν θυμιαμάτων προσφέρω τῇ σῇ θεότητι· σὺ, ∆έσποτα, μυρίζεις μου τὰ νῶτα τοῖς ἁγίοις σου καὶ παναχράντοις ἴχνεσι, κἀγὼ μύρα σκιρτῶσα προσφέρω σοι. Εἶτα ἐπ' ἀμφοτέροις τούτοις τοῖς ἅπασιν εὐφραινομένη ἡ γῆ πρὸς τὴν σύνδουλον ἅπασαν κτίσιν ἐβόα· ∆εῦτε, συνάχθητε πάντες οἱ ἔγγονοί μου, καὶ ἴδετε ἐπὶ γῆς τὸν ἐν οὐρανοῖς δοξαζόμενον· δεῦτε, βλέπετε ἐν ἀγκάλαις γυναικὸς βασταζόμενον τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον· δεῦτε, ἴδετε γαλακτοτροφούμενον, τὸν ἐποχετεύοντα γάλα ταῖς θηλείαις· δεῦτε, ἴδετε ἐν γαστρὶ Παρθένου χωρούμενον, τὸν ἐν οὐρανοῖς μὴ χωρούμενον· δεῦτε, ἴδετε παρὰ μητρὸς τροφὴν λαμβάνοντα, τὸν τὰ πέρατα διατρέφοντα· δεῦτε, ἴδετε διδασκάλοις παραδιδόμενον, τὸν διδασκάλους παιδεύοντα· δεῦτε, ἴδετε ὑπὸ ἀνθρώπων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δοξαζόμενον· δεῦτε, ἴδετε εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον, τὸν ὑπεράνω τῶν οὐρανῶν καθεζόμενον· δεῦτε, βλέπετε μετὰ τῆς Χαναναίας διαλεγόμενον τὸν ὑπὸ τῆς Χερουβικῆς λειτουργίας ἀνυμνούμενον· δεῦτε, ἴδετε ὑπὸ γυναικὸς ἁμαρτωλοῦ συνερχόμενον τὸν ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον· δεῦτε, ἴδετε τὸν ὑπὸ τῆς ἀσθενούσης γυναικὸς τοῖς κρασπέδοις ψαυόμενον, τὸν ὑπὸ τῆς ἀσωμάτου φύσεως τῶν δυνάμεων προσκυνούμενον· δεῦτε, ἴδετε γεννηθέντα ὡς ἄνθρωπον, τὸν ὑπάρχοντα τῶν αἰώνων ποιητήν· δεῦτε, ἴδετε νηπιάζοντα τὸν πρὸ καταβολὴς κόσμου ὑπάρχοντα· δεῦτε, ἴδετε, ὑπὸ ἀρχιερέων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δορυφορούμενον· δεῦτε, ὅλα τὰ κτίσματα τὸν κτίσαντα βλέποντα· καὶ ὡς ἔστιν 61.694 ἡ ζωὴ ἐπὶ γῆς, πάντες ζήσατε· δεῦτε, πάντες θεοφορήθητε· δεῦτε, μικροὶ μετὰ τῶν μεγάλων συνέλθετε, οἱ πένητες μετὰ τῶν πλουσίων, οἱ δοῦλοι μετὰ τῶν κυρίων, οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων, τὰ ἑρπετὰ καὶ τὰ τετράποδα μετὰ τῶν πετεινῶν, καὶ βλέπετε τὸν τὴν ζωὴν χαρισάμενον.
Οἱ καιροὶ τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου ἀλλάγητε, καὶ παρὰ φύσιν καρποφορήσατε, καὶ τὰς ἐπικαρπίας ἑαυτῶν προσκομίσατε τῷ ἐγκυμώσαντι ὑμῶν τοὺς καρπούς· πάντα ποιήσατε, καὶ μυρίσατε τὴν θεότητα· ἢ τὰ ὑμέτερα προσαγάγετε θυμιάματα, ἢ παρ' ἐκείνου τρυγήσατε τὰ ἀρώματα. Ὡς δὲ ἐν πᾶσι τούτοις παρωράθη τοῖς ἐγγόνοις ἡ γῆ, ἰδοὺ πάντα, καθὼς εἶπε, συνέτρεχον, καὶ οἱ ἔρημοι τόποι ἐβλάστησαν, καὶ πολλὴν εὐωδίαν ἐδείξαντο· ἵνα τὴν προφητείαν Ἡσαΐου τελέσωσι