1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

ἐπεμβαίνουσι τούτῳ. Τοῦτο ζωή; τοῦτο πλοῦτος; τοῦτο οὐ χαλεπώτερον καταδίκου; Ὁ κατάδικος δέδεται τὸ σῶμα· οὗτος δὲ τὴν ψυχήν. Ὁρᾷς αὐτὸν δεσμώτην, καὶ οὐκ ἐλεεῖς αὐτόν; ∆ιὰ τοῦτο αὐτὸν μισῶ, ὅτι δέδεται, οὐκ ἀνάγκῃ, ἀλλὰ προαιρέσει· διότι τὴν ἅλυσιν ἐπεσπάσατο. δʹ. Πάλιν σὺ πρὸς τοὺς πλουσίους; ἐροῦσί μοι. Πάλιν ὑμεῖς κατὰ τῶν πενήτων. Πάλιν σὺ κατὰ τῶν ἁρπαζόντων; Πάλιν ὑμεῖς κατὰ τῶν ἁρπαζομένων. Ὑμεῖς οὐ κορέννυσθε ἐσθίοντες καὶ καταδάκνοντες τοὺς πένητας, καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς. Ἀεὶ σὺ τούτοις κεκόλλησαι; Ἀεὶ σὺ τῷ πένητι κεκόλλησαι; Ἀπόστηθι σὺ τοῦ προβάτου μου, ἀπόστηθι τῆς ποίμνης μου· μὴ αὐτὴν λυμαίνου. Εἰ δὲ λυμαίνῃ μου τὴν ποίμνην, ἐγκαλεῖς ὅτι διώκω σε; Ποιμὴν εἰ ἤμην προβάτων, ἐνεκάλεις ἄν μοι, ὅτι οὐ διώκω ἐπερχόμενον τῇ ποίμνῃ λύκον. Ποιμήν εἰμι λογικῶν θρεμμάτων· οὐ λίθῳ διώκω, ἀλλὰ λόγῳ· μᾶλλον δὲ οὐδὲ διώκω σε, ἀλλὰ καλῶ σε· γενοῦ πρόβατον, ἐλθὲ, γενοῦ τῆς ἀγέλης μου. Τί λυμαίνῃ τὴν ποίμνην, ὁ ὀφείλων αὐξῆσαι τὴν ἀγέλην; Οὐ διώκω σε, ἀλλὰ λύκον διώκω· εἰ μὴ λύκος εἶ, οὐ διώκω σε. Εἰ δὲ λύκος ἐγένου, σαυτὸν αἰτιῶ. Οὐκ εἰμὶ κατὰ τῶν πλουτούντων, ἀλλ' ὑπὲρ τῶν πλουτούντων. Ταῦτα γὰρ λέγων, ὑπὲρ σοῦ λέγω, κἂν μὴ αἰσθάνῃ. Πῶς ὑπὲρ ἐμοῦ λέγεις; Ὅτι ἀπαλλάττω σε ἁμαρτίας, ἐλευθερῶ σε ἁρπαγῆς, πᾶσι ποιῶ φίλον, πᾶσι ποθεινόν. Ἀεί σοι λέγω· Ἥρπασας; ἐπλεονέκτησας; ἐλθὲ, καὶ μεταβάλλω σε, μεταβάλλω τὴν ἔχθραν εἰς φιλίαν, τὸν κίνδυνον εἰς ἀσφάλειαν· ταῦτα ἐνταῦθα, καὶ ἐκεῖ δίδωμί σοι πάλιν τὴν βασιλείαν τῶν οὐρανῶν, ἵνα μὴ εἰς τὰς ἀπεράντους κολάσεις ἀπέλθῃς, ἵνα ἀπολάβῃς τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν. οὔτε οὖς ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα τοίνυν διώκοντός ἐστιν, ἢ συμβουλεύ 55.505 οντος; φιλοῦντός ἐστιν, ἢ μισοῦντός σε; Ἀλλὰ σὺ μισεῖς με. Ἀλλ' ἐγὼ φιλῶ σε. Ἐπίταγμα ἔχω τοῦ ∆εσπότου μου· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Οὐκ ἀφίσταμαί σου ἰατρεύων σε. Ὁ ∆εσπότης ἡμῶν ἐσταυροῦτο, καὶ ἔλεγεν· Ἄφες αὐτοῖς, Πάτερ· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Μὴ γὰρ σὲ διώκω; Τὸ πάθος σου ἐλαύνω. Μὴ γὰρ σοὶ πολεμῷ; Τῇ κακίᾳ σου. Καὶ οὐχ ἡγῇ με εὐεργέτην; οὐχ ἡγῇ με κηδεμόνα; οὐχ ἡγῇ με προστάτην πάντων μᾶλλον; Τίς σοι περὶ τούτων ἄλλος ἐρεῖ; Ὁ ἄρχων; Οὐδὲν τοιοῦτον· ἀλλὰ περὶ ἐγκλημάτων, περὶ κατηγορίας. Ἀλλ' ἡ γυνή; Περὶ κοσμίων, περὶ χρυσοῦ. Ἀλλ' ὁ παῖς; Περὶ κληρονομίας, περὶ διαθήκης, περὶ κλήρου. Ἀλλ' ὁ οἰκέτης; Περὶ ὑπηρεσίας, περὶ δουλείας, περὶ ἐλευθερίας. Ἀλλὰ παράσιτοι; Περὶ συμποσίων, περὶ δείπνων, περὶ ἀρίστων. Ἀλλ' οἱ ἐν τῷ θεάτρῳ; Περὶ γέλωτος αἰσχροῦ, περὶ ἐπιθυμίας ἀκολάστου. Ἀλλ' ὁ ἐν τοῖς δικαστηρίοις; Περὶ διαθηκῶν, περὶ κληρονομίας, περὶ ἐλευθερίας, ἃ πράσσει. Ποῦ ἔχεις ἀκοῦσαι ταῦτα, εἰ μὴ παρ' ἐμοῦ; Πάντες σε φοβοῦνται, ἐγὼ δέ σου καταφρονῶ· ἕως ἂν ᾖς τοιοῦτος, καταφρονῶ σου, ὑπερορῶ σε, καταφρονῶ σου τοῦ πάθους. Ἐγὼ τέμνω, σὺ κράζεις· ἀλλ' οὐ φοβοῦμαί σου τὴν φωνὴν, ποθῶ δέ σου τὴν σωτηρίαν· ἰατρὸς γάρ εἰμι. Ἆρα εἰ ἕλκος ἔχων ἰατρὸν μετεκάλεις, καὶ εἶδες ὅτι ἠκόνησε τὸ σιδήριον, οὐκ ἔλεγες, Τέμε, εἰ καὶ ὀδυνῶμαι, τὴν ἀπὸ τῆς τομῆς σωτηρίαν ἐκδεχόμενος; ἐμὲ δὲ φεύγεις μὴ τέμνοντα, ἀλλὰ λόγῳ τὴν διάνοιάν σου καθαίροντα. Καίτοι ὁ ἰατρὸς τί ποιεῖ; Τέμνει πολλάκις, καὶ χεῖρον ποιεῖ τὸ ἕλκος· ἐγὼ δὲ οὐ ποιῶ χεῖρον, ἀλλὰ βέλτιον. Ἐκεῖ μὲν γὰρ φύσις ἐστὶν ἡ ἀπορουμένη, καὶ φαρμάκων ἀδυναμία· ἐνταῦθα δὲ λόγων δύναμις. Ἰατρὸς οὐκ ἐγγυᾶταί σου τὴν σωτηρίαν, ἐγὼ δὲ ἐγγυῶμαί σου τὴν σωτηρίαν· ἄκουέ μου. ∆ιὰ τοῦτο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ κατῆλθεν, ἵνα ἡμᾶς ἀναγάγῃ, καὶ τῶν οὐρανῶν ὑψηλοτέρους ἐργάσηται. Ἓν φοβοῦμαι μόνον, ἁμαρτίαν· τὰ δὲ ἄλλα ἅπαντα οἰχέσθω, κἂν πλοῦτος, κἂν πενία, κἂν δυναστεία, κἂν ὁτιοῦν. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· οὐδένα γὰρ βούλομαι ἀπολέσθαι τῆς ἀγέλης τῆς ἐμῆς. Τί οὖν; δυνατόν ἐστι πλούσιον σωθῆναι; Καὶ πάνυ. Ὁ Ἰὼβ πλούσιος ἦν,