1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

ὅτι οὐ περὶ τὰ πνευματικὰ πρῶτον ἐσπουδάκαμεν, καὶ τότε περὶ τὰ βιωτικὰ, ἀλλ' ἀντεστρέψαμεν τὴν τάξιν. ∆ιὰ τοῦτο καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ εὐθύτης ἀντέστραπται, καὶ πολλῆς ἡμῖν ἅπαντα γέμει ταραχῆς. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι καὶ ἀλγεῖν, ὅταν ἐννοήσω, ὅτι πανηγύρεως μὲν καὶ ἑορτῆς ἐπιστάσης, κἂν μηδεὶς ὁ καλῶν ᾖ, πᾶσα ἡ πόλις συντρέχει· πανηγύρεως δὲ καὶ ἑορτῆς ἀπελθούσης, κἂν ἅπασαν τὴν ἡμέραν διατελέσωμεν διαῤῥηγνύντες ἑαυτοὺς καὶ καλοῦντες ὑμᾶς, οὐδεὶς ὁ προσέχων ἐστί; Ταῦτα γὰρ πολλάκις ἐν διανοίᾳ στρέφων, χαλεπῶς ἀνεστέναξα, καὶ πρὸς ἐμαυτὸν εἶπον· Τί δεῖ παραινέσεως, ἢ συμβουλῆς, συνηθείᾳ ἁπλῶς ἅπαντα ποιούντων ὑμῶν, καὶ οὐδὲν ἀπὸ τῆς διδασκαλίας προθυμοτέρων γινομένων τῆς ἡμετέρας; Ὅταν γὰρ ἐν ἑορταῖς μὲν μηδὲν δεήσητε τῆς παρ' ἡμῶν παραινέσεως, ἀπελθουσῶν δὲ ἐκείνων μηδὲν ὠφελῆσθε παρὰ τῆς ἡμετέρας διδασκαλίας, οὐχὶ περιττὸν ἡμῶν ἀποφαίνετε τὸν λόγον, τό γε εἰς ὑμᾶς ἧκον; δʹ. Τάχα ἀλγοῦσι πολλοὶ τῶν ταῦτα ἀκουόντων. Ἀλλ' οὐχ οὕτως οἱ ῥᾳθυμοῦντες ἴσασιν· εἰ γὰρ, ἂν ἀπέθεντο τὴν ὀλιγωρίαν, ὡς ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τὰ ὑμέτερα μεριμνῶντες. Τί τοσοῦτον κερδαίνεις ἐκ τῶν ἔξωθεν πραγμάτων, ὅσον ζημιοῖς ἑαυτόν; Οὐκ ἔστιν ἐξ ἑτέρας συνάξεως ἢ συνόδου τοσοῦτον κέρδος λαβόντας ἀπελθεῖν, ὅσον ἀπὸ τῆς ἐνταῦθα διατριβῆς· κἂν δικαστήριον λέγῃς, κἂν βουλευτήριον, κἂν αὐτὰ τὰ βασίλεια. Οὐ γὰρ οἰκονομίαν τῶν ἐθνῶν καὶ πόλεων, οὐδὲ στρατοπέδων ἐπιστασίαν τοῖς ἐνταῦθα εἰσιοῦσιν ἐγχειρίζομεν, ἀλλ' ἑτέραν ἀρχὴν καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέραν· μᾶλλον δὲ οὐχ ἡμεῖς ἐγχειρίζομεν, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις. Τίς οὖν ἐστιν ἡ ἀρχὴ ἡ τῆς βασιλείας σεμνοτέρα, ἢν οἱ ἐνταῦθα εἰσιόντες λαμβάνουσι; Παιδεύονται τῶν ἀτόπων κρατεῖν, βασιλεύειν ἐπιθυμίας πονηρᾶς, ἄρχειν ὀργῆς ἀποτάσσειν φθόνον, δουλοῦσθαι κενοδοξίαν. Οὐκ ἔστιν οὕτω βασιλεὺς σεμνὸς, ὁ ἐπὶ τοῦ θρόνου καθήμενος τοῦ βασιλικοῦ, καὶ διάδημα περικείμενος, ὡς ἄνθρωπος τὸν ὀρθὸν ἐν ἑαυτῷ λογισμὸν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς τῶν δουλοπρεπῶν παθῶν 51.178 ἀναβιβάσας, καὶ τῇ κατ' ἐκείνων δεσποτείᾳ, καθάπερ τινὶ διαδήματι λαμπρῷ, τὴν κεφαλὴν ἀναδήσας. Τί γὰρ ὄφελος ἁλουργίδος, εἰπέ μοι, καὶ χρυσῶν ἱματίων καὶ διαλίθου στεφάνου, ὅταν ἡ ψυχὴ τῶν παθῶν αἰχμάλωτος ᾖ; τί κέρδος ἐκ τῆς ἔξωθεν ἐλευθερίας, ὅταν κυριώτερον ἐν ἡμῖν δουλαγωγῆται αἰσχρῶς καὶ ἐλεεινῶς; Ὥσπερ γὰρ πυρετοῦ πρὸς τὸ βάθος καταδυομένου, καὶ τὰ ἔνδον ἅπαντα καταφλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν ἐπιφανείας τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον· οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομένης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθέδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραννίδος ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν παθῶν καταστρέφηται, καὶ ὑποκύπτῃ καὶ τρέμῃ τὰς ἐπαναστάσεις αὐτῶν. Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριωδίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες. ∆ιὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν· ἐπειδὴ καὶ κέρδη κερδαίνουσιν ἐνταῦθα ἐρχόμενοι, ὅσα οὐδαμόθεν ἑτέρωθεν κερδᾶναι δύναιντ' ἄν· ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξεν. Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου κενὸς, ὁ νόμος ἔλεγε· τουτέστι, χωρὶς θυσιῶν μὴ εἰσέλθῃς. Εἰ δὲ χωρὶς θυσιῶν οὐ δεῖ εἰσιέναι εἰς οἶκον Θεοῦ, πολλῷ μᾶλλον εἰς συνάξεις μετὰ ἀδελφῶν χρή· βελτίων γὰρ ἐκείνης αὕτη ἡ θυσία καὶ ἡ προσφορὰ, ὅταν ψυχὴν μετὰ σαυτοῦ λαβὼν εἰσέλθῃς, Οὐχ ὁρᾶτε τὰς περιστερὰς