1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

προσταγμάτων ὑπὲρ τούτου χρεία καὶ νόμων, ἵνα τὰ ἔκγονα τρέφωσιν αἱ χῆραι· ἀλλὰ τὴν τῆς δικαιοσύνης ἐπιμέλειαν, τὴν ἀνατροφὴν τὴν μετ' εὐλαβείας ἐνταῦθά φησιν· ὡς αἵ γε μὴ οὕτω τρέφουσαι, παιδοκτόνοι μᾶλλόν εἰσιν ἢ μητέρες. Τοῦτο οὐ πρὸς γυναῖκας μόνον λέγω, ἀλλὰ καὶ πρὸς ἄνδρας. Καὶ γὰρ πολλοὶ πολλάκις τῶν πατέρων, ὅπως μὲν ἵππος γένοιτο καλὸς τῷ παιδὶ, καὶ ὅπως οἰκία λαμπρὰ, καὶ ὅπως πολυτελὴς ἀγρὸς, πάντα ποιοῦσι καὶ πραγματεύονται· ὅπως δὲ αὐτῷ ψυχὴ γένοιτο καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχουσι λόγον. Καὶ τοῦτό ἐστιν, ὃ τὴν οἰκουμένην ἀνατρέπει πᾶσαν, ὅτι τῶν οἰκείων ἀμελοῦμεν παίδων, καὶ τῶν μὲν κτημάτων αὐτῶν ἐπιμελούμεθα, τῆς δὲ ψυχῆς αὐτῶν καταφρονοῦμεν, ἐσχάτης ἀνοίας πρᾶγμα ὑπομένοντες. Τὰ μὲν γὰρ κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετ' ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ' αὐτοῦ, καὶ βλάβην ἐσχάτην ἐνέγκοι τῷ κεκτημένῳ· ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας συσχεῖν. ∆εῖ τοίνυν σκοπεῖν, οὐχ ὅπως αὐτοὺς πλουσίους ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ τοῖς τοιούτοις ποιήσωμεν, ἀλλ' ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ' ἂν εὐπορώτεροι· ὅπως μὴ πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσόδους αὐτῶν, καὶ τὰς ἐξόδους μετ' ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότας ὅτι τούτων ἀμελουμένων, οὐδεμίαν ἕξομεν παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας (Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ πλησίον), πόσῳ μᾶλλον τῆς τῶν παίδων; Οὐ κατῴκισά σοι, φησὶν, αὐτὸν ἐξ ἀρχῆς; ἐπέστησα δέ σε αὐτῷ διδάσκαλον καὶ προστάτην καὶ κηδεμόνα καὶ ἄρχοντα; τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; Ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα, καὶ ῥυθμίζειν· ποίαν ἂν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι δυσήνιός ἐστι καὶ τραχύς; Ἀλλ' ἐξ ἀρχῆς ἔδει ταῦτα προορῶντα, ὅτε εὐήνιος ἦν, καὶ κομιδῆ νέος, χαλινοῦν μετ' ἀκριβείας, ἐθίζειν πρὸς τὰ δέοντα, ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ νοσήματα τῆς ψυχῆς. Ὅτε εὐκολωτέρα ἡ ἐργασία, τότε τὰς ἀκάνθας ἐκτέμνειν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο, καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη, καὶ αὐξανόμενα, δυσκατέργαστα γέγονε. ∆ιὰ τοῦτό φησι, Κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτοῦ, ὅτε εὐκολωτέρα γένοιτ' ἂν ἡ παιδαγωγία. Οὐκ ἐπιτάττει 51.328 δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς συνεφάπτεταί σοι τοῦ ἔργου. Καὶ πῶς, καὶ τίνι τρόπῳ; Ὁ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω. Ὁρᾷς πόσον αὐτοῖς ἐπέστησε φόβον; πόσην ἐπετείχισεν ἀγωνίαν; πῶς δυνατήν σου τὴν ἀρχὴν ἐποίησε; Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν αὐτὸς μὲν, ἐπειδὰν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· ἡμεῖς δὲ, ὑβριζομένου τοῦ Θεοῦ παρ' αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ, φησὶ, τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους. Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ὁρᾷς αὐτὸν ὑβρίζοντα εἰς τὸν πεποιηκότα, καὶ οὐ δυσχεραίνεις, εἰπέ μοι, οὐδὲ φοβεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα εἰδὼς, ὅτι καὶ τοῦτο αὐτὸς ὁ Θεὸς ἐκώλυσεν, οὐκ ἐπειδὴ βλάβη τις εἰς ὑβριζόμενον γίνεται (ἀνώλεθρον γὰρ τὸ Θεῖον), ἀλλ' ὑπὲρ τῆς ἐκείνου σωτηρίας; Ὁ γὰρ περὶ τὸν Θεὸν ἀγνώμων γενόμενος καὶ ἀναίσθητος, πολλῷ μᾶλλον εἰς τὸν γεγεννηκότα, καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ἐμπαροινῆσαι δυνήσεται. ηʹ. Μὴ τοίνυν ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ, ὥσπερ οὖν τὸν πονηρὸν καὶ διεστραμμένον ἀποστρέφουσι καὶ μισοῦσιν ἅπαντες, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν. Οὐ τοῖς ἄλλοις δὲ μόνον