1

 2

 3

 4

 5

 6

5

πρεσβύτερος υἱὸς μακρόθεν παραγενόμενος ἤκουσε συμφωνίας καὶ χορῶν· καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί ἂν εἴη τοῦτο· Ἦχός τις περιεκτύπει μου τὰ ὦτα.

Ὁ δέ φησι, ∆αυῒδ ὁ προφήτης ἔνδον μελῳδεῖ· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ὁ αὐτὸς πάλιν προτρέπεται τοὺς παρόντας πρὸς τὴν ἑστίασιν, καὶ λέγει· Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Παῦλος ὁ τῶν θείων μυστηρίων ἐξηγητὴς ἀναβοᾷ καὶ λέγει· Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἡ Ἐκκλησία πανηγυρίζει εὐφραινομένη, καὶ χορεύει. Ὁ δέ φησι πρὸς τὸν δοῦλον· Ναὶ, καὶ μὴ παρόντος ἐμοῦ ἄλλοι τὰ ἐμὰ μυστήρια παρὰ τὴν ἐμὴν ἀπουσίαν ἐν τῇ ἐμῇ αὐλῇ μερίζονται. Ναὶ, φησίν· ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτὸν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ πρὸς ταῦτα ὁ δίκαιος, καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν. Ὠργίσθη ὁ δίκαιος, καὶ τοῦ φθόνου ἐγένετο δοῦλος· ὁ καταπατήσας τοῦ βίου τὰ τερπνὰ, φθόνῳ κεκράτηται. Καὶ πῶς φησιν ὁ Παῦλος λέγων· Ἐβουλόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα; Οὐχ ἵνα βάσκανον δείξῃ τὸν δίκαιον, ἀλλὰ διὰ τὴν ὑπερβολὴν οὕτω τὸν λόγον ἐσχημάτισεν ὁ Σωτήρ· ἵνα κηρύξῃ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος τοῦ Πατρὸς αὐτοῦ.

Καὶ τοῦτο δηλοῖ διὰ τῶν ἐφεξῆς. Ὁ γὰρ πατὴρ αὐτοῦ, φησὶν, ἐξελθὼν παρεκάλει αὐτόν. Ὢ σοφίας ἀῤῥήτου, ὢ προνοίας θεοφιλοῦς· καὶ τὸν ἁμαρτωλὸν ἠλέησε, καὶ τὸν δίκαιον ἐκολάκευσε· καὶ τὸν ἱστάμενον οὐκ ἀφῆκε πεσεῖν, καὶ τὸν πεσόντα ἤγειρε· καὶ τὸν πένητα πλούσιον ἀπέδειξε, καὶ τὸν πλούσιον οὐ συνεχώρησε τῷ φθόνῳ γενέσθαι πτωχόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ ἐγὼ τοσαῦτα ἔτη ἔχω δουλεύων σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον· καὶ ἐμοὶ οὐκ ἔδωκάς ποτε ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ἀλλὰ περιέρχομαι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Ὅταν δὲ ὁ υἱός σου οὗτος ἦλθεν, ὁ καταφρονήσας σου, καὶ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, εὐθέως ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν· καὶ οὔτε ῥήματι ἐνεκάλεσας αὐτῷ, οὔτε σχήματι τὸ πρόσωπόν σου ἀπέστρεψας ἀπ' αὐτοῦ· ἀλλ' εὐθέως 59.521 ἐξενοδόχησας αὐτὸν, καὶ πάσῃ τῇ στολῇ σου κατεκόσμησας, καὶ τῷ χρυσῷ δακτυλίῳ περιήστραψας, καὶ τοῖς ὑποδήμασι περιέφραξας, καὶ τὴν ἐκκλησίαν ἠνέῳξας, καὶ τὴν τράπεζαν ἐκαλλώπισας, καὶ τοὺς κρατῆρας ἐπλήρωσας, καὶ τὸν μόσχον τὸν σιτευτὸν κατέσφαξας, καὶ πρὸς τὴν εὐωχίαν τοὺς πιστοὺς προσεκάλεσας, καὶ τοὺς ἀγγέλους χορεύειν ἐποίησας, καὶ ξένον οὐρανοῦ καὶ γῆς συμπόσιον συνεκρότησας· καὶ τοιαύτας δωρεὰς παρέσχες τῷ καταφρονήσαντι τῆς σῆς ἀγαθότητος, καὶ τὴν εὐγένειαν καθυβρίσαντι. Τί εἴπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; πῶς θαυμάσω τὴν θάλατταν τῆς σῆς γαληνότητος; Ἐλεεῖς, Κύριε, πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. Ὁ δὲ Πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ. Σὺ τῶν ἐμῶν κόλπων οὐκ ἐχωρίσθης ποτέ· σὺ τῆς Ἐκκλησίας τῆς ἐμῆς οὐκ ἀπεσκίρτησας· σὺ ψαλμοῖς καὶ ὕμνοις προσέσχες ἀεί· σὺ μετὰ τῶν ἀγγέλων ἐντυγχάνεις διαπαντός· σὺ τῷ θυσιαστηρίῳ παριστάμενος, μετὰ παῤῥησίας βοᾷς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Οὗτος δὲ προσῆλθέ μοι κατακεκριμένος, κατῃσχυμμένος, τὸ πρόσωπον ὠθῶν εἰς τὴν γῆν, καὶ μετὰ συντετριμμένης καὶ στυγνῆς φωνῆς ἀνεβόησε· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Τί εἶχον ποιῆσαι πρὸς τὰ ῥήματα ταῦτα; ἠδυνάμην μὴ ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι; Σὺ δίκασον ὁ θυμούμενος. Ἀλλ' οὐ πέφυκα, φιλάνθρωπος ὢν, ἀπάνθρωπόν τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι, ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν, ὃν ἐκ τῶν ἐμῶν σπλάγχνων ἐγέννησα. Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν· ὁ οὐρανὸς