1

 2

 3

 4

 5

 6

 7

 8

5

πρᾶγμα μετέπεσεν; Ὢ τῆς ἀπροσδοκήτου μεταβολῆς; ὢ τῆς ξένης μεταλλαγῆς. Οἱ μὲν οἰκέται τοῖς τοιούτοις λόγοις ἐκέχρηντο· ὁ δὲ καλέσας τὸν Ἰησοῦν Φαρισαῖος, βλασφήμους λογισμοὺς τίκτων ἐν τῇ ἰδίᾳ ψυχῇ, ἔλεγεν· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Ἁπλῶς, φησὶ, καὶ ὡς ἔτυ 61.731 χεν, οὗτος προφήτης λέγεται· ἠπατήθην κἀγὼ μετὰ τῶν ἄλλων, τοῦτον ὡς τῶν ἀδήλων ἐξεταστὴν εἰσαγαγὼν εἰς τὴν ἐμὴν οἰκίαν. Εἰ γὰρ προφήτης ἦν, καὶ σαφῶς ᾔδει τὰ μέλλοντα. Τὴν φανερὰν πᾶσι καὶ κατάδηλον οὐκ εἰδὼς, πῶς οὖν ἐπίσταται τὰ πᾶσιν ἀπόῤῥητα; πῶς ἀνέχεται χειρῶν πορνικῶν; πῶς οὐκ ἀπελαύνει πόῤῥωθεν τὴν οὐδὲν ἔχουσαν τοῦ σώματος ἄπρακτον; πῶς οὐδὲ βδελύσσεται τὴν βδελυρὰν, καὶ πάσης αἰσχρότητος γέμουσαν; Κακίζει τὴν πολλὴν φιλανθρωπίαν ὁ Φαρισαῖος ὡς ἄγνοιαν, καὶ ὑποβάλλει τὴν συγκατάβασιν τῷ τῆς ἀγνοίας ὀνόματι, νοσῶν αὐτὸς τοῦ γινομένου τὴν ἄγνοιαν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἔχω σοί τι εἰπεῖν. Οἶδα τί λέγεις μὴ λέγων μηδὲν, οἶδα τί φθέγγῃ σιγῶν, οἶδα τί βοᾷς σιωπῶν, οἶδα τί καὶ αὕτη κατὰ διάνοιάν μοι προσδιαλέγεται, οἶδα κἀγὼ πόσους ἐν τῇ ψυχῇ κατ' ἐμοῦ χαλκεύεις λογισμούς. ∆ιηγήσομαί σοι τῶν ἐνθυμημάτων τὰς φωνὰς, ἐξαγορεύσω τὰ παρὰ σοῦ βλασφημούμενα, δημοσιεύσω τὰ φρονήματα τῶν σῶν ἐννοιῶν, ὡς τοῖς λογισμοῖς τῆς σῆς ψυχῆς ἐγκαθήμενος. Οὕτω λέγεις, Εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Ταῦτα τὰ ῥήματα τῆς σῆς διανοίας. Πῶς οὖν κατέγνων τῶν ἐν τῷ βυθῷ τῆς σῆς διανοίας κινηθέντων λογισμῶν τὴν ζάλην, εἰ μὴ Θεὸς ἤμην πάντων δημιουργός; Ὡς ὑποπτεύεις αὐτὸς ἐκ τῆς ἀποκρίσεως, γνῶθι ὅστις εἰμὶ ἀποκρινόμενός σοι μὴ λαλοῦντι μηδέν· ἐκκαλύπτω τὰ ῥήματα τῆς σῆς ψυχῆς. Εἰ ἤμην προφήτης, ἐγίνωσκον τίς καὶ ποταπὴ ἡ γυνή; καὶ ποῦ χρεία προφητικῆς ἐλλάμψεως ἐπὶ τῆς γνωριζομένης ὄψεως; οὐκ οἶδα τὴν προεστηκυῖαν ἐπὶ τῆς ἀγορᾶς; οὐκ οἶδα τὴν πᾶσι κατάδηλον; οὐκ ἐπίσταμαι ταύτην, δι' ἣν ἦλθον πρὸς σέ; Γινώσκω τίς καὶ ποταπὴ ἡ γυνή· οὐδὲν γὰρ λανθάνει τὸν τῆς θεότητος ὀφθαλμὸν, οὐ πλεονέκτης, οὐ πονήρευμα· γινώσκω τίς καὶ ποταπὴ ἡ γυνὴ, καὶ ὅτι ἁμαρτωλός ἐστι· καὶ διὰ τοῦτο χαίρω κατεχόμενος παρ' αὐτῆς, ἵνα τὴν κρατοῦσαν εὐλαβῶς περισώσω θεοπρεπῶς. Οὐ γὰρ μολύνομαι παρὰ τῶν ταύτης χειρῶν, ἀλλ' ἐγὼ ταύτην καθαρὰν ἀπεργάζομαι. Ἥλιον γὰρ βόρβορος οὐκ ἀμαυροῖ, μαργαρίτην πηλὸς οὐκ ἀλλάσσει, τοῦ ἀναμαρτήτου ἁμαρτία οὐχ ἅπτεται. Οὐχ ἡψάμην πρῴην λεπροῦ, καὶ τὸ πάθος ἀπέφυγε; μὴ λεπρὸς ἐγενόμην, πλησιάσας λεπρῷ; Οὕτω καὶ νῦν τὰ συνήθη θαυματουργῶν μεταβάλλων ταύτην πρὸς ἁγιότητα, οὐ μεταβάλλομαι πρὸς τὴν αὐτῆς ποιότητα ἀνεχόμενος τῆς ἁφῆς τῆς μεσούσης χειρός. Ἰατρὸς γάρ εἰμι· ἰατρὸς δὲ οὐ τραυμάτων καὶ σηπεδόνων καὶ ἰχώρων, ἀλλὰ τὴν σωτηρίαν τοῖς νοσοῦσι κατὰ ψυχὴν πραγματευόμενος· ποιητής εἰμι, καὶ φείδομαι τοῦ ἐμοῦ πλάσματος· δεσπότης εἰμὶ, καὶ οὐκ ἀνέχομαι ζημιωθῆναι φιλοδέσποτον δούλην· ποιμήν εἰμι, καὶ πρόβατον ἐμὸν πλανώμενον εὑρὼν εἰκότως εὐφραίνομαι· λιμήν εἰμι, καὶ πάντας τοὺς προσορμίζοντας προσδέχομαι. Σίμων, ἔχω σοί τι εἰπεῖν. ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Τέως μετὰ ταύτης τέταξαι· τί στρατεύεις κατ' αὐτῆς, ὡς μόνος ἀνελθὼν εἰς τὴν ἀκρόπολιν τῶν ἀρετῶν; τέως ὑπεύθυνός μοι καθέστηκας· τί οὖν κατακρίνεις ταύτην, ὡς μόνος ἀνεύθυνος; δύο χρεωφειλέται, σὺ καὶ αὐτὴ τυγχάνετε· ὁ δὲ δανειστὴς ἐγώ εἰμι· ἐδάνεισά σοι καὶ τῷ γυναίῳ τὴν παροῦσαν ζωήν. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Αὕτη χρεωστεῖ πεντακόσια δηνάρια· πολλὰ γὰρ ἐξήμαρτε· σὺ χρεωστεῖς πεντήκοντα· ὀλίγον γὰρ ἔπταισας· ἀλλ' ὅμως ὑπόκεισαι λογοθεσίῳ ζωῆς. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Ἐχαρισάμην σοι τὰ ἐγκλήματα, χαρίζομαι καὶ ταύτῃ τὰ πλημμελήματα· ἀπήλαυσας πρῶτος τῆς ἐμῆς παρουσίας, ἀπολαυσάτω καὶ αὐτὴ τῆς ἐμῆς ἀμνησικακίας.