1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

ἐπίστευον. Τί οὖν ἐποίησεν; Ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶδε τὸν βωμὸν, εἶδε τὸ ἐπίγραμμα, ἀνέστη τῷ Πνεύματι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά. Αἰχμαλωτίζοντες γὰρ, φησὶ, πᾶν νόημα πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἶδε τοίνυν τὸν βωμὸν, καὶ οὐκ ἐδειλίασεν· ἀλλὰ μετέστησε τὸν βωμὸν πρὸς ἑαυτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφεὶς, μετέθηκεν αὐτοῦ τὰ νοήματα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον, εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιώτου, πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειε, καὶ παρασκευάσειεν ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ ὁ Παῦλος ἐποίησε, καθάπερ ἐν παρατάξει πολεμίων τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν, ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμῇ, ἀλλ' οὐ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο, ἀλλ' αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον συμβαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ' ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν.

δʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω καὶ ὁ ∆αυῒδ ἐποίησέ ποτε· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ γυμνὴ ἡ τοῦ Θεοῦ χάρις. Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ. Ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τὴν τοῦ βαρβάρου· οὕτω καὶ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου. Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ. Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. Τίς δὲ ἦν ὁ ἀγνοούμενος, ἀλλ' ἢ ὁ Χριστός; Εἶδες πῶς ἐξῃχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ' ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; Τί οὖν; Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστόν· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν. Πρότερον ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. Τίνος οὖν ἕνεκεν ἔγραψαν; Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Εἶχον καὶ ἐπιχωρίους, καὶ ξένους. Ὁρᾶτε ὅσος ὁ κατάγελως. Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς γὰρ οἰκουμένης ἁπάσης ∆εσπότης ἐστί. Τούτων τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων· καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστορίας πάσας. Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες εἶπον πρὸς ἀλλήλους· ὅτι Ὥσπερ τούτους ἠγνοοῦμεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν, οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον, καὶ ὄντα μὲν Θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ' ἡμῶν· καὶ διὰ τοῦτο λανθάνει ἀμελούμενος, καὶ μηδὲ θεραπευόμενος. Τί οὖν ἵνα γένηται; Ἔστησαν βωμὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος· ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν. Ὅρα ὑπερβολὴν δεισιδαιμονίας. ∆ιὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη, Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ· οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑμῖν. Ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν,