1

 2

 3

 4

 5

 6

5

ἀρχὴ καὶ δυναστεία, οὐ δόξα καὶ τιμὴ, οὐ τρυφὴ καὶ πολυτέλεια, οὐκ ἄλλη τις εὐπραγία δύναιτ' ἂν εὐφρᾶναί ποτε γυναῖκα ἢ ἄνδρα, ὅταν πρὸς ἀλλήλους ζυγομαχῶσι.

ζʹ. Τοῦτο δὴ πρὸ τῶν ἄλλων ἁπάντων σπουδάζωμεν. Ἐλαττώματα ἔχει ἡ

γυνή; Ποίησον ὅπερ ἐποίησεν ὁ Ἰσαάκ· δεήθητι τοῦ Θεοῦ. Εἰ γὰρ οὗτος τῇ καρτερίᾳ τῆς εὐχῆς φύσεως ἔλυσε πήρωσιν, πολλῷ μᾶλλον ἡμεῖς προαιρέσεως ἐλαττώματα διορθῶσαι δυνησόμεθα, τὸν Θεὸν συνεχῶς παρακαλοῦντες. Ἐὰν ἴδῃ σε ὁ Θεὸς διὰ τὸν αὐτοῦ νόμον καρτεροῦντα, καὶ 51.370 φέροντα γενναίως τῆς γυναικὸς τὰ ἁμαρτήματα, συνεφάψεταί σοι τῆς διδασκαλίας, καὶ μισθόν σοι δώσει τῆς ὑπομονῆς. Τί γὰρ οἶδας, φησὶν, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; ἢ τί οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Μὴ ἀποκάμῃς δὲ, φησὶ, μηδὲ ἀπελπίσῃς. Συμβαίνει γὰρ αὐτὴν καὶ σωθῆναι· ἂν δὲ ἀδιόρθωτος μένῃ, σὺ τὸν μισθὸν οὐκ ἀπώλεσας τῆς ὑπομονῆς· ἐὰν δὲ ἐκβάλῃς, ἓν πρῶτον ἥμαρτες, τὸ παραβῆναι τὸν νόμον, καὶ μοιχὸς κρίνεσθαι παρὰ τῷ Θεῷ· Ὃς γὰρ ἂν ἐκβάλῃ τὴν γυναῖκα αὐτοῦ, φησὶ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Πολλάκις δὲ καὶ ἑτέραν χαλεπωτέραν ἐκείνης λαβὼν, τὴν μὲν ἁμαρτίαν εἰργάσω, ἀναπαύσεως δὲ οὐκ ἀπέλαυσας. Ἂν δὲ καὶ κρείσσω λάβῃς, οὐκ ἀφίησί σοι τὴν ἡδονὴν ἀκέραιον εἶναι τὴν ἐκ τῆς δευτέρας, διὰ τὴν ἄφεσιν τῆς προτέρας, λογιζομένης σοι μοιχείας· μοιχεία γάρ ἐστι τὸ τὴν προτέραν ἀφεῖναι. Ὅταν οὖν ἴδῃς δυσκολίαν τινὰ συμπεσοῦσαν, ἢ ἐν τῷ γάμῳ, ἢ ἐν ἑτέρᾳ πραγμάτων καταστάσει, παρακάλει τὸν Θεόν· αὕτη γὰρ μόνη λύσις ἐστὶν ἀρίστη τῶν συμβαινόντων ἡμῖν δεινῶν. Καὶ γὰρ μέγα τῆς εὐχῆς τὸ ὅπλον ἐστί. Τοῦτο καὶ πολλάκις εἶπον, καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι· κἂν ἁμαρτωλὸς ὑπάρχῃς, βλέπε πρὸς τὸν τελώνην τὸν μὴ ἀποτυχόντα, τὸν τοσαῦτα ἁμαρτήματα ἀπονιψάμενον. Βούλει μαθεῖν ὅσον ἐστὶν εὐχή; Οὐκ ἀνύει τοσοῦτον φιλία πρὸς Θεὸν, ὅσον εὐχή. Καὶ οὐκ ἐμὸς ὁ λόγος· οὐ γὰρ ἂν ἐτόλμησα τοσοῦτον πρᾶγμα ἀπὸ τῆς ἐμαυτοῦ γνώμης ἀποφήνασθαι· ἄκουσον ἐκ τῶν Γραφῶν πῶς. ὅσον οὐκ ἤνυσε φιλία, ἤνυσεν εὐχή. Τίς ἐστιν ἐξ ὑμῶν, φησὶν, ὃς ἕξει φίλον, καὶ ἐλθὼν εἴπῃ αὐτῷ· Ἑταῖρε, χρῆσόν μοι τρεῖς ἄρτους· κἀκεῖνος ἀποκριθεὶς ἐρεῖ αὐτῷ· Ἡ θύρα κέκλεισται, τὰ παιδία ἐπὶ τῆς κλίνης ἐστί· μή μοι κόπους πάρεχε.

Λέγω γὰρ ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ δὲ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων ἂν χρῄζῃ. Ὁρᾷς πῶς, ὅσον οὐκ ἴσχυσεν ἡ φιλία, τοῦτο ἴσχυσεν ἡ προσεδρεία; Ἐπειδὴ γὰρ φίλος ἦν αἰτῶν, ἵνα μὴ νομίσῃς ὅτι διὰ τοῦτο ἤνυσεν, εἶπεν· Εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ δὲ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ. Εἰ καὶ ἡ φιλία μὴ ἐργάσεται, φησὶ, τοῦτο, ἀλλὰ ἡ προσεδρεία ἐργάσεται, ὅσον ἡ φιλία οὐκ ἴσχυσε. Καὶ ποῦ τοῦτο γέγονεν; Ἐπὶ τοῦ τελώνου. Οὐδὲ γὰρ ἦν τῷ Θεῷ φίλος ὁ τελώνης· ἀλλ' ἐγένετο φίλος· ὥστε κἂν ἐχθρὸς ᾖς, τῇ προσεδρείᾳ γενήσῃ φίλος. Ὅρα καὶ τὴν Συροφοίνισσαν, καὶ ἄκουσον τί φησι πρὸς αὐτήν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ πῶς ἐποίησεν αὐτὸ, εἰ μή ἐστι καλόν; Τῇ προσεδρείᾳ αὐτὸ ἐποίησεν ἡ γυνὴ καλόν· ἵνα μάθῃς, ὅτι ὧν οὐκ ἐσμὲν ἄξιοι, γινόμεθα ἄξιοι, διὰ τῆς προσεδρείας.

ηʹ. Ταῦτα εἶπον ἵνα μὴ λέγῃς ὅτι Ἁμαρτωλός εἰμι, ἀπαῤῥησίαστός εἰμι, οὐκ

ἔχω εὐχήν. Ἐκεῖνος ἔχει παῤῥησίαν ὁ μὴ νομίζων ἔχειν παῤῥησίαν· ὡς ὁ νομίζων παῤῥησίαν ἔχειν, ἀπώλεσε τὴν παῤῥησίαν, καθάπερ ὁ Φαρισαῖος· ὁ δὲ νομίζων ἑαυτὸν ἀπεῤῥιμμένον καὶ ἀπαῤῥησίαστον, οὗτος μάλιστα εἰσακουσθήσεται, καθάπερ ὁ τελώνης. Ὅρα πόσα ἔχεις παραδείγματα, τὴν Συροφοίνισσαν, τὸν τελώνην, 51.371 τὸν λῃστὴν τὸν ἐπὶ σταυροῦ, τὸν ἐν τῇ παραβολῇ φίλον τὸν τοὺς τρεῖς ἄρτους αἰτοῦντα, καὶ οὐχ οὕτω διὰ τὴν φιλίαν, ὡς διὰ τὴν προσεδρείαν ἐπιτυχόντα. Τούτων