τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησίν· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας πονηρίας πορνείας πλεονεξίας κακίας· με244 στοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσεν τὰ μόνα παρὰ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια τῆς ψυχῆς πάθη συνηρίθμησε, δόλον ὑπερηφανίαν ἔριν κακοήθειαν ἀλαζονείαν μῖσος ἀσυνεσίαν· καὶ πάλιν ὁ κύριος λέγει· Τὸ ὑψηλὸν παρὰ ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος. καὶ τὰ ὅμοια δὲ ἀναλεξάμενοι ἐκ τῶν γραφῶν πάμπολλα ἂν εὕροιμεν τὰ εἰρημένα κατὰ τῶν κρυφίων ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν. τὰ γὰρ κρύφια πάθη τῆς ἀτιμίας τὸ πνεῦμα τὸ ἅγιον ἐπιστάμενον βιαιότερα καὶ κατερριζωμένα τῇ ψυχῇ ἐνυπάρχοντα τὴν ἀπαλλαγὴν αὐτῶν διὰ ποίου τρόπου γενέσθαι δυνατὸν διδάσκον ἡμᾶς διὰ τοῦ ∆αβίδ φησιν· Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ὥστε διὰ πολλῆς δεήσεως καὶ πίστεως καὶ τῆς πρὸς θεὸν τελείας ἀγαθῆς ὁρμῆς τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ 245 τῆς τοῦ πνεύματος δυνάμεως περιγενέσθαι δυνάμεθα. ὥσπερ γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων σπουδάζομεν φυλάττειν ὡς ναὸν θεοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος· Ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ, περὶ τοῦ σώματος λέγων, φθερεῖ τοῦτον ὁ θεός, οὕτως καὶ τὸν ἔσω ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδαστέον καὶ διαγωνιστέον ἀπὸ παντὸς μολυσμοῦ ῥυπαρῶν λογισμῶν φυλάττειν ὡς νύμφην Χριστοῦ κατὰ τὸ εἰρημένον Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς [ὡς νύμφην Χριστοῦ]. Τοῦτο δὲ κατορθῶσαι ἡμῖν ἔσται ἀνταγωνιζομένων ἡμῶν καὶ ἀντιλεγόντων πάντοτε τοῖς πονηροῖς λογισμοῖς τῆς τε κενοδοξίας καὶ μίσους καὶ τύφου καὶ δόλου ἐπιθυμίας τε καὶ ἀπιστίας, ζήλου καὶ φιλαρχίας, καὶ πάσῃ ἀκριβείᾳ ἑαυτοὺς ἐρευνώντων τόν τε νοῦν ἀσυνδύαστον καὶ ἀσύμφωνον φυλασσόντων πρὸς τὰ κρύφια τῆς ψυχῆς πάθη, καὶ ἐν πᾶσιν ἀγαθοῖς ἐπιτηδεύμασιν ἑαυτοὺς ἐπιδιδόντων μετὰ βίας καὶ πόνου καὶ ἀγῶνος διὰ τὸ ἐμποδίζειν ἡμῖν τὸν ἀντικείμενον· τὴν 246 γὰρ μονότροπον εὐθύτητα αἰνισσόμενος ὁ μακάριος Μωυσῆς καὶ διὰ τύπων ὑποδεικνὺς ἐνέφηνε τὸ μὴ δεῖν δυσὶ γνώμαις, κακοῦ καὶ ἀγαθοῦ, τὴν ψυχὴν ἐξακολουθεῖν, ἀλλὰ μόνῳ τῷ ἀγαθῷ· καὶ τὸ μὴ δεῖν δύο καρποὺς ἐν ἡμῖν, χείρονος καὶ χρησίμου, γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰ χρήσιμα ἐργαζομένους παντελῶς τοῦ χείρονος ἀλλοτριοῦσθαι. φησὶ δὲ δι' αἰνιγμάτων· Οὐ ζεύξεις ἐν τῇ ἅλωνί σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτό, οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμογενῆ ζῷα ζεύξας ἀλοήσεις τὸν ἄμητόν σου· τουτέστιν ἵνα μὴ ἐν τῇ ἅλωνι τῆς καρδίας ὑμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν ἔχῃ, ἀλλὰ μόνον ἀρετή. Οὐ συνυφανεῖς, φησίν, ἐρέῳ ἱματίῳ λινὸν οὐδὲ πάλιν λινῷ ἔριον· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις. διὰ δὲ τούτων πάντων μυστικῶς αἰνίττεται τὸ μὴ δεῖν κακίαν καὶ ἀρετὴν ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰς ἀρετὰς ἐξ ἡμῶν ἀποκυεῖσθαι διὰ τῆς θειοτέρας γονῆς· καὶ τὸ μὴ δεῖν δυσὶ πνεύμασι, τῷ πνεύματι τοῦ κόσμου καὶ τῷ πνεύματι τοῦ θεοῦ, τὴν ψυχὴν