πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ' ὅπερ ὁ ἁγιώτατος τοῦ κυρίου μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ Εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ παρὰ τοῦτο ἀγνοεῖν ἡμᾶς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῷ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀρχῆς καὶ μηδενὸς νεωτέρου, "ἐν ἀρχῇ ἦν ὁ λόγος" ἔφη "καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος", ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ' ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα οἰκονομίας. 44 Σαβέλλιος γὰρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὔτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὔτε τὸν ἅγιον αὐτοῦ λόγον. ὁ γὰρ μὴ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. "οὐδεὶς" γὰρ "οἶδεν" φησὶν "τὸν πατέρα, εἰ μὴ ὁ υἱός", τουτέστιν ὁ λόγος· ὁ γὰρ λόγος δι' ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ' αὐτοῦ τὸν λόγον, δι' οὗ μόνου γινώσκεται ὁ θεός, ἔλεγεν "οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ". ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεόν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνούς. 45 καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα λόγον. 46 οὐ καταχρηστικῶς λόγος ὀνομασθείς, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος. 47 * * * * * τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου, ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. ∆αυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει "τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν", αὖθίς τε ὁ αὐτὸς "ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς". Σολομὼν δὲ "ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντο". Ἡσαΐας τε "ἐκ γὰρ Σιὼν ἐξελεύσεται" ἔφη "νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ". καὶ αὖθις Ἱερεμίας "ᾐσχύνθησαν σοφοὶ" φησὶν "καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν". καὶ Ὡσηὲ δὲ ὁ προφήτης "ἐμίσησαν" ἔφη "ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο". Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων "ἐκ Σιὼν" ἔφη "ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ". 48 οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν "ἐπ' ἐσχάτων τῶν ἡμερῶν", ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος. 49 εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ "ὁ λόγος σὰρξ ἐγένετο". 50 τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον "ἐν τῷ θεῷ" τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ' ἡμᾶς τοῦ πλούτου "τῆς δόξης" καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. 51 ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη "ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος". οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει. 52 ἵν' ἐν μὲν τῷ φῆσαι "ἐν ἀρχῇ ἦν ὁ λόγος" δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον (ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς "ἐξ οὗ τὰ πάντα"), ἐν δὲ τῷ "καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν" ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον ("πάντα" γὰρ "δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς