1

 2

 3

 4

 5

 6

 7

6

φύσεως πάθη δεδιδαγμένους. Οὔτε οὖν ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσκληρίαι ἀδοκήτως ἐμπεσοῦσαι, ἐκπλήξουσιν ἡμᾶς ποτε τοὺς παιδαγωγουμένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ βίου διάδοχος, παραμύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας ἦγε τὸ χαριέστατον· οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέως ἡδὺ μὲν ἄκουσμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομαι; Καταῤῥήξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλινδεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δεικνύειν ἐμαυτὸν τοῖς παροῦσιν οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγ-καίῳ τῶν γινομένων προσέχων, ὅτι ἀπαραίτητος ὁ τοῦ θανάτου νόμος, καὶ διὰ πάσης ὁμοίως ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα διαλύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐδ' ἀνατραπήσομαι τὸν νοῦν ὡς ὑπὸ πληγῆς ἀπροσδοκήτου καταῤῥαχθεὶς, πάλαι προπεπαιδευμένος, ὅτι, θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν; Ἀλλὰ καὶ πόλεις μεγάλαι καὶ περιφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρότητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατά τε τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέπουσαι, ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνότητος τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον, πολλάκις ἐκ θαλάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυτῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακομίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη. Στρατόπεδα δὲ κρατήσαντα μάχαις πολλάκις τῶν ἐναν 31.236 τίων, περιτραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν.

Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλασσαν ἐγείρασαι τρόπαια, πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, ἢ χρόνῳ καταναλώθησαν, ἢ αἰχμάλωτοι γενόμεναι, δουλείαν τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως, ὅπερ ἂν εἴπῃς τῶν μεγίστων καὶ ἀφορήτων κακῶν, ἤδη προλαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὥσπερ οὖν τὰ βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν, καὶ τοῦ χρυσοῦ τὴν διαφορὰν τῇ λίθῳ προστρίβοντες δοκιμάζομεν· οὕτω πρὸς τὰ ἐκτεθέντα ἡμῖν παρὰ τοῦ Κυρίου μέτρα τὴν μνήμην ἐπαναφέροντες, οὐδαμοῦ ἂν τῶν ὅρων τῆς σωφροσύνης ἐκπέσοιμεν. Ἐπειδὰν οὖν σοί ποτε προσπέσῃ τῶν ἀβουλήτων τι, μάλιστα μὲν τῷ προευτρεπισμένῳ τῆς διανοίας τὴν ταραχὴν μὴ παθεῖν, ἔπειτα δὲ τῇ ἐλπίδι τῶν μελλόντων κουφότερα ποιεῖν τὰ παρόντα. Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπάγοντες, ἐν ἄνθεσι καὶ πόαις προσαναπαύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὸ ὄμμα. Οὕτω κατορθωθήσεταί σοι τὸ πάντοτε χαίρειν· ἐὰν ὁ μὲν βίος σοι ἀεὶ πρὸς Θεὸν ἀποβλέπῃ, ἡ δὲ ἐλπὶς τῆς ἀντιδόσεως κουφίζῃ τοῦ βίου τὰ λυπηρά. Ἠτιμάσθης; Ἀλλὰ πρὸς τὴν δόξαν, τὴν διὰ τῆς ὑπομονῆς ἐν τοῖς οὐρανοῖς ἀποκειμένην, ἀπόβλεψον. Ἐζημιώθης; Ἀλλ' ἐνατένισον τῷ πλούτῳ τῷ ἐπουρανίῳ καὶ τῷ θησαυρῷ, ὃν ἀπέθου σεαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων. Ἐξέπεσες τῆς πατρίδος; Ἀλλ' ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες;

Ἀλλ' ἀγγέλους ἔχεις, μεθ' ὧν χορεύσεις περὶ τὸν θρόνον τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ τὴν αἰώνιον εὐφροσύνην. Οὕτως ἀντιτιθεὶς τοῖς παροῦσιν ἀνιαροῖς τὰ προσδοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ' ὃ προκαλεῖται ἡμᾶς ἡ νομοθεσία τοῦ Ἀποστόλου. Μήτε τὰ φαιδρὰ τῶν ἀνθρωπίνων πραγμάτων περιχαρείας ἀμέτρους ἐμποιείτω σου τῇ ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς καὶ ὑψηλὸν ταπεινούτω. Μὴ γὰρ οὕτω