1

 2

 3

 4

 5

 6

 7

 8

6

ταμιεῖον· καὶ τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον, καὶ τὰς πη γὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ' ἐκρα γείσας ἐπὶ τῆς χρείας, Ἀφίημι τὰ καθ' ἕκαστον ἀπ αριθμεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας, ἃ πολλάκις ἐπὶ τῶν ἀνθρώπων πατρικῶς ἐνεδείξατο. Σὺ δὲ καρτέρη σον ὀλίγον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ περιτραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβά λῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τῆς τρυφῆς.

Μνημόνευε τῆς ἀποστολικῆς ῥήσεως· Ἐν παντὶ εὐχαριστεῖτε. Πένης εἶ; Ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων τὸ σὸν περιτ τὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προτιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου. Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμι σον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος, ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυ νος προφανὴς, ἀλλ' ἐγὼ τὴν σὴν ἐντολὴν ἐμοῦ προ τίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ σκεδαν νύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στενώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, πολύχουν ἀπογεννᾷ τὸν καρπὸν, ἀῤῥαβὼν τῆς τροφῆς, ἐλέου πρόξενος. Εἰπὲ καὶ 31.321 σὺ τῆς χήρας τῆς Σιδωνίας ῥῆμα ἐν τοῖς ὁμοίοις, εὐκαίρως τῆς ἱστορίας μνημόνευσον· Ζῇ Κύριος, ὅτι τοῦτον ἔχω ἐν τῇ οἰκίᾳ μου μόνον εἰς διατροφὴν ἐμοὶ καὶ τοῖς παιδίοις.

Κἂν δῷς ἐκ τοῦ λείπον τος, ἕξεις καὶ σὺ τὸν καμψάκην τοῦ ἐλαίου τῇ χάριτι βρύοντα· τὴν ὑδρίαν τῶν ἀλεύρων ἀκένωτον. Ἐπὶ γὰρ τῶν πιστῶν φιλότιμος ἡ τοῦ Θεοῦ χάρις μιμεῖ ται τὰ φρέατα, τὰ ἀεὶ κενούμενα, καὶ μὴ ἐξαντλού μενα, τὸ διπλοῦν ἀντεισάγουσα. ∆άνεισον, ὁ ἄπορος, τῷ πλουσίῳ Θεῷ. Πίστευσον τῷ ἀεὶ εἰς πρόσωπον ἴδιον ὑπὲρ τοῦ θλιβομένου λαμβάνοντι, καὶ οἴκοθεν ἀποδιδόντι τὴν χάριν. Ἀξιόπιστος ἐγγυητὴς, παν ταχοῦ γῆς καὶ θαλάττης ἡπλωμένους ἔχων τοὺς θη σαυρούς. Καὶ πλέων ἐὰν ἀπαιτήσῃς τὸ δάνεισμα, λήψῃ ἐπὶ μέσου πελάγους σὺν τόκοις τὸ κεφάλαιον. Φιλοτι μεῖται γὰρ ἐν ταῖς προσθήκαις. Τὸ τοῦ λιμώττοντος νόσημα, λιμὸς, οἰκτρὸν πά θος ἐστί. Λιμὸς ἀνθρωπίνων συμφορῶν ὑπάρχει τὸ κεφάλαιον, πάντων θανάτων μοχθηρότερον τέλος οὗ τος. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων κινδύνων, ἢ ξίφους ἀκμὴ τὴν τελευτὴν ὀξέως ἐφίστησιν, ἢ πυρὸς ὁρμὴ συντόμως τὸ ζῇν ἀποσβέννυσιν, ἢ θηρία, τοῖς ὀδοῦσι διασπαράξαντα ὅσα καίρια τῶν μελῶν, οὐ συγχωρεῖ τῇ παρολκῇ τῆς ὀδύνης τιμωρηθῆναι. Λιμὸς δὲ ἀργὸν ἔχει τὸ κακὸν, παρέλκουσαν τὴν ἀλγηδόνα, ἐγκαθη μένην τὴν νόσον καὶ ἐμφωλεύουσαν, θάνατον ἀεὶ παρόντα, καὶ ἀεὶ βραδύνοντα. Τὸ γὰρ κατὰ φύσιν ὑγρὸν ἐκδαπανᾷ· τὸ θερμὸν καταψύχει· τὸν ὄγκον συστέλλει· τὴν δύναμιν κατ' ὀλίγον ἀπομαραίνει. Ἡ σὰρξ ὡς ἀράχνιον τοῖς ὀστέοις περίκειται. Ὁ χροῦς ἄνθος οὐκ ἔχει. Τὸ μὲν γὰρ ἐρυθρὸν φεύγει, ἐκτηκομένου τοῦ αἵματος· τὸ λευκὸν οὐκ ἔστι, τῇ ἰσχνότητι τῆς ἐπιφανείας μελαινομένης· πελιδνὸν δὲ τὸ σῶμα, ὠχρότητι καὶ τῷ μέλανι ἐλεεινῶς ἐκ τοῦ πάθους κιρνώμενον· γόνατα οὐ βαστάζοντα, ἀλλὰ πρὸς βίαν ἑλκόμενα. Φωνὴ λεπτὴ καὶ ἀδρανής· ὀφθαλμοὶ ἐνασθενοῦντες ταῖς κοιλότησιν, εἰκῆ ταῖς θήκαις ἐναποκείμενοι, ὡς τὰ τοῖς ἐλύτροις ἐμψυγέντα τῶν ἀκροδρύων. Γαστὴρ κενὴ καὶ συμπεπτωκυῖα, καὶ ἄμορφος, οὐκ ὄγκον, οὐ φυσικὴν τῶν σπλάγχνων ἐπίτασιν ἔχουσα, τοῖς ὀστέοις δὲ τοῦ νώτου προσπεπλασμένη. Ὁ οὖν τοιοῦτον σῶμα παρατρέχων πόσων κολάσεων ἄξιος; τίνα δὲ ὠμότητος ὑπερβολὴν κατα λείψει; πῶς δὲ οὐκ ἄξιος τοῖς ἀνημέροις τῶν θηρίων συναριθμεῖσθαι, ὁρᾶσθαι δὲ ἐναγὴς καὶ