1

 2

 3

 4

 5

 6

 7

 8

6

6 -Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, καὶ δοῦναι σχολὴν τοῖς σεαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέταται. Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν οἱ πάντες; Οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; Τί συνάγεις χερσὶν ἀκαρπίαν; Εἴθε ἀκαρπίαν καὶ μὴ ὕλην τῷ αἰωνίῳ πυρί. Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; Οὐχ ὑγιανεῖς τοὺς λογισμούς; Οὐ σεαυτοῦ γενήσῃ; Οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί οὖν ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παραστήσῃ; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν; Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμ μένος παραληφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔνθεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπό σου πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας, οὓς παρώργιζες· πάντα σοι ἐπαναστήσεται· πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχίσεταί σε. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργῶς τὰς πράξεις ἐξεικονίζουσαι. ∆ιὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλ' ἐμφράσσε ται στόμα καὶ τὸ ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγ ματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ' ἡμῶν κατεσ κεύασται. Πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἀγαγεῖν τὰ φρικτά; Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ· Ἀποκαλύπ τεται ὀργὴ ἀπ' οὐρανοῦ· Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται· Οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως· Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς· Καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους· Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω ἡ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς; γέενναν οὐ φοβῇ; πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα.

7 -∆ιάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; Λίθος ἐστὶν ὁ χρυσὸς, λίθος ὁ ἄργυρος, λίθος ὁ μαργαρίτης, λίθος τῶν λίθων ἕκαστος· χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη· ὧν σὺ τὰ μὲν ἀποτίθεσαι κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων σκότῳ κατακαλύπτων· τοὺς δὲ περιφέρεις, τῶν βαρυτίμων ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. Εἰπὲ, τί ὄφελός σοι λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν ὡς αἱ γυναῖκες, ὅταν κύωσιν; Καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσι, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, καὶ ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλ λωπιστὴς μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυ σὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν χαλκεύεται ὅπλα, δι' ὃν ἀκονᾶται ξίφη; ∆ιὰ τοῦτον συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι· διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσιν, ἡ θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκο φάντας. Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας