1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

νενοθευμένη, καὶ τίς ἡ ἀληθινὴ καὶ ἄδολος δικαιοσύνη. Ἐπεὶ μέντοι πολλοὺς καὶ οἱ ἔξωθεν σοφοὶ κατεβάλοντο λόγους περὶ δικαιοσύνης, καὶ πιθανῶς παρακρούονται τοὺς μὴ δυναμένους τῷ ἀληθεῖ λόγῳ περὶ τοῦ σκέμματος τούτου ἐπακολουθῆσαι, ἐπαγγέλλεται γνωρίσειν ἡ βίβλος τὴν ἀληθῆ δικαιοσύνην, ὥστε τὸ ἐκ τῶν σοφισμάτων ἡμᾶς βλαβερὸν διαδρᾶναι. Ἤδη δὲ καὶ τὰ νόμιμα τῶν ἐθνῶν, πολλὴν πρὸς ἄλληλα ἔχοντα τὴν διαφορὰν, σύγχυσιν ἐμποιεῖ ταῖς διανοίαις τῶν μὴ τὸν ἀκριβῆ τῆς δικαιοσύνης λόγον κατειληφότων. Ἔνια μὲν γὰρ τῶν ἐθνῶν τὴν πατροφονίαν δικαίαν τίθενται· ἄλλα δὲ τῶν ἐθνῶν πάντα φόνον ὡς ἀνόσιον ἀποτρέπεται. Καὶ τὰ μὲν σωφροσύνην ὑπερτιμᾷ· τὰ δὲ μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς ἐπιμαίνεται. Καὶ ὅλως πολλοὶ, ἀρχαίῳ ἔθει κεκρατημένοι, τὸ μυσαρὸν τῶν γινομένων οὐ διακρίνουσιν. Ἡ δὲ βίβλος αὕτη, διδάσκουσα τὰ περὶ τῆς ἀληθοῦς δικαιοσύνης, ῥύεται τῶν ἐξ ἀλογίας παθῶν τοὺς ἀνθρώπους. Ἔστι δὲ δικαιο31.404 σύνη, ἡ μέν τις ἐν ἡμῖν στρεφομένη, ἡ τοῦ ἴσου διανομή. Ἐὰν γὰρ καὶ μὴ τυγχάνωμεν αὐτοῦ κατὰ ἀκρίβειαν, ἀλλὰ γνώμῃ τῇ δικαιοτάτῃ ποιοῦντες, οὐκ ἀποπίπτομεν τοῦ σκοποῦ. Ἡ δέ τις οὐρανόθεν ἐπ- αγομένη παρὰ τοῦ δικαίου κριτοῦ, ἥ τε ἐπανορθωτικὴ καὶ ἡ ἀνταποδοτικὴ, ἧς πολὺ τὸ δυσθεώρητον διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων. Τοῦτο γὰρ οἶμαι λέγειν τὸν Ψαλμῳδόν· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἐπαγγέλλεται οὖν ταύτην τὴν ὄντως ἀληθῆ καὶ θείαν δικαιοσύνην φανερὰν καταστήσειν τοῖς ἐγγεγυμνασμένοις τῇ παροιμιώδει διδασκαλίᾳ. Πάλιν ἐπειδὴ τῶν ἁμαρτανομένων τὰ μὲν ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς ἁμαρτάνεται, καὶ ὁ τοῦ δικαίου ὅρος οὐχ ὁ αὐτὸς ἐπὶ τούτοις. Ὑποθώμεθα γὰρ πορνείαν εἶναι τὸ κρινόμενον, καὶ πόρνας δύο. Ἀλλ' ἡ μὲν, πορνοβοσκῷ πραθεῖσα, πρὸς ἀνάγκην ἐστὶν ἐν τῷ κακῷ, τὴν ἐκ τοῦ σώματος ἐργασίαν τῷ πονηρῷ δεσπότῃ παρεχομένη· ἡ δὲ διὰ τὴν ἡδονὴν ἑκουσίως ἑαυτὴν ἐπιδοῦσα τῇ ἁμαρτία. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Πάλιν ὁ μέν τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συνετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις· ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλού-μενα αὐτὸν εἰς ἀρετήν· ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδασκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τὰ ἄλλα οἷς ψυχὴ παιδαγωγεῖται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν ὁμοίαν ἁμαρτίαν ὑπώλισθε· πῶς οὐχὶ βαρυτέρας δικαίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνέργειαν, καὶ δι' ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς. Τὸ οὖν νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης ὄντως διανοίας καὶ φρενὸς τελειοτάτης. Μήποτε δὲ καὶ ἐπαγγελίαν ἔχει, τὸν τὰ παροιμιακὰ παιδευθέντα δυνήσεσθαι λοιπὸν ἐπιβαλεῖν τῇ ἀκριβείᾳ τῆς θεολογίας. Ἡ γὰρ ἀληθὴς δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Συνέζευκται τῷ γνῶναι δικαιοσύνην ἀληθῆ τὸ κρῖμα κατευθῦναι. Ἀμήχανον γὰρ τὸν μὴ προπαιδευθέντα περὶ τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρῖναι. Οὐδὲ γὰρ αὐτὸς Σολομὼν, εἰ μὴ εἶχε τοὺς περὶ τοῦ δικαίου λόγους ἀκριβεῖς ἐν ἑαυτῷ, ἠδύνατο τὴν πολυθρύλλητον ἐκείνην κρίσιν οὕτως ὀρθῶς καὶ εὐθυβόλως ἐξενεγκεῖν, ἣν ἔκρινε ταῖς πόρναις περὶ τοῦ παιδίου. Ἐπειδὴ γὰρ ἀμάρτυρα ἦν τὰ παρ' ἑκατέρας λεγόμενα, ἐπὶ τὴν φύσιν ἐχώρησε, καὶ δι' αὐτῆς εὗρε τὰ ἀγνοούμενα· τῆς μὲν ἀλλοτρίας 31.405 ἀπαθῶς καταδεξαμένης τοῦ παιδίου τὴν ἀναίρεσιν, τῆς δὲ ἀληθοῦς μητρὸς διὰ τὴν φυσικὴν φιλοστοργίαν οὐδὲ τὴν ἀκοὴν ἀνασχομένης τοῦ πάθους