6
παραδείσου ἐναναπαύσαντα, ἀρχὴν δὲ δόντα κατὰ τὴν τῶν ἀγγέλων, καὶ ἀρχαγγέ λοις αὐτὸν ποιήσαντα ὁμοδίαιτον, καὶ φωνῆς θείας ἀκροατήν· ἐπὶ πᾶσι τούτοις ὑπερασπιζόμενος παρὰ Θεοῦ, καὶ ἀπολαύων τῶν αὐτοῦ ἀγαθῶν, ταχὺ πάντων ἀναπλησθεὶς, καὶ οἷον ἐξυβρίσας τῷ κόρῳ, τὸ τοῖς σαρκίνοις ὀφθαλμοῖς φανὲν τερπνὸν τοῦ νοητοῦ προετίμησε κάλλους, καὶ τὴν πλησμονὴν τῆς γαστρὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν ἔθετο. 31.315 Ἔξω μὲν εὐθὺς ἦν τοῦ παραδείσου, ἔξω δὲ τῆς μα καρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ' ἐξ ἀβουλίας, γενόμενος. ∆ιὰ τοῦτο καὶ ἥμαρτε μὲν διὰ μοχθηρὰν προαίρεσιν, ἀπέθανε δὲ διὰ τὴν ἁμαρτίαν· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. Ὅσον γὰρ ἀφίστατο τῆς ζωῆς, τοσοῦτον προσήγγιζε τῷ θανάτῳ.
Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ τῆς ζωῆς θάνατος. Ὥστε ἑαυτῷ τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασε, κατὰ τὸ γε γραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὕτως οὐχὶ Θεὸς ἔκτισε θάνατον, ἀλλ' ἡμεῖς ἑαυτοῖς ἐκ πονηρᾶς γνώμης ἐπεσπασά μεθα. Οὐ μὴν οὐδὲ ἐκώλυσε τὴν διάλυσιν διὰ τὰς προειρημένας αἰτίας, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀῤ ῥωστίαν διατηρήσῃ. Ὥσπερ ἂν εἴ τις σκεῦος πήλινον διαῤῥυὲν μὴ καταδέχοιτο παραδοῦναι πυρὶ, ἕως ἂν τὸ ἐνυπάρχον αὐτῷ πάθος διὰ τῆς ἀναπλάσεως ἐξιά σαιτο. Ἀλλὰ διὰ τί οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον ἔσχομεν, φησὶν, ὥστε μηδὲ βουλομέ νοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν; Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβά νεις, ἀλλ' ὅταν ἑκουσίως ἴδῃς ἀποπληροῦντάς σοι τὰ καθήκοντα. Καὶ Θεῷ τοίνυν οὐ τὸ ἠναγκασμένον φί λον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον.
Ἀρετὴ δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἐξ ἀνάγκης γίνεται Προαίρεσις δὲ τῶν ἐφ' ἡμῖν ἤρτηται. Τὸ δὲ ἐφ' ἡμῖν ἐστι τὸ αὐτεξούσιον. Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προ τιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρε τικῆς καὶ ἐμπράκτου. Ταῦτα εἰ καὶ παρεκβατικῶς, ἀλλ' ἀναγκαίως εἴρηται, ἵνα μὴ, εἰς βυθὸν διαλογι σμῶν ἐμπεσὼν, πρὸς τῇ στερήσει τῶν περισπουδά στων, ἔτι καὶ Θεοῦ στέρησιν ὑπομείνῃς. Παυσώμεθα οὖν ἐπανορθούμενοι τὸν σοφόν. Παυσώμεθα τὸ βέλ τιον τῶν παρ' αὐτοῦ γινομένων ἐπιζητοῦντες. Εἰ γὰρ καὶ τῶν κατὰ μέρος οἰκονομουμένων διαφεύγουσιν ἡμᾶς οἱ λόγοι, ἀλλ' ἕν γε ἐκεῖνο δόγμα ταῖς ψυχαῖς ἡμῶν ἐνυπαρχέτω, τὸ, μηδὲν κακὸν παρὰ τοῦ ἀγα θοῦ γίνεσθαι. Ἐπεισέρχεται δὲ τούτῳ, κατὰ τὸ ἀκόλουθον τῆς ἐννοίας, καὶ τὸ περὶ τοῦ διαβόλου ζήτημα. Πόθεν ὁ διάβολος, εἰ μὴ παρὰ Θεοῦ τὰ κακά; Τί οὖν φαμεν; Ὅτι ὁ αὐτὸς ἡμῖν ἀρκέσει καὶ περὶ τοῦ ζη τήματος τούτου λόγος, ὁ καὶ περὶ τῆς ἐν ἀνθρώποις πονηρίας ἀποδοθείς. Πόθεν γὰρ πονηρὸς ὁ ἄνθρωπος; Ἐκ τῆς οἰκείας αὐτοῦ προαιρέσεως. Πόθεν κα κὸς ὁ διάβολος; Ἐκ τῆς αὐτῆς αἰτίας, αὐθαίρετον ἔχων καὶ αὐτὸς τὴν ζωὴν, καὶ ἐπ' αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ. Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς. Ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως παντελῶς. Κἀκεῖνον ἡ προαίρεσις δι 31.348 εφύλαξεν ἐν τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἐδύνατο γὰρ κἀκεῖνος ἀπο στατῆσαι, καὶ οὗτος μὴ ἐκπεσεῖν. Ἀλλὰ τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον· τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Τοῦτό ἐστι τὸ κακὸν, ἡ τοῦ Θεοῦ ἀλλοτρίωσις. Μικρὰ περι στροφὴ ὀφθαλμοῦ ἢ μετὰ ἡλίου ἡμᾶς εἶναι ποιεῖ, ἢ μετὰ τῆς σκιᾶς τοῦ σώματος ἡμῶν. Κἀκεῖ μὲν ἀνα βλέψαντι ἕτοιμον τὸ φωτισθῆναι, ἀπονεύσαντι δὲ πρὸς τὴν σκιὰν ἀναγκαία ἡ σκότωσις. Οὕτω πονηρὸς ὁ διάβολος, ἐκ προαιρέσεως ἔχων τὴν πονηρίαν, οὐ φύ σις ἀντικειμένη τῷ ἀγαθῷ. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος;