1

 2

 3

 4

 5

 6

 7

6

ἀποκρίνου παντὶ ἀδολεσχοῦν τι, ἐν ὁμιλίαις τῷ σκοπῷ τῆς ἀσκήσεως μὴ συμβαι νούσαις. Ἀγαθῶν διδαγμάτων γίνου ἀκροατὴς, καὶ τῇ τούτων μελέτῃ συντήρει σὴν καρδίαν. Φύλαττέ σου τὰ ὦτα ἀπὸ κοσμικῶν διηγημάτων, μήπως ῥαντίσματι βορβόρου τὴν ψυχήν σου σπιλώσῃς.

Μὴ κάμνε ἐνακροᾶσθαι τὰ παρ' ἑτέρων λαλούμενα, μηδὲ βάλλε κεφαλήν σου ἐν μέσῳ τῶν ὁμιλούντων· ἵνα μὴ καὶ σὺ μυκτηρισθῇς, καὶ αὐτοὺς καταλάλους ποιήσῃς. Μὴ ἔσο περίεργος, μηδὲ πάντα βλέπειν θέλε, ἵνα μὴ ἰχῶρας παθῶν τῇ διανοίᾳ σου κατάσχῃς. Χρειωδῶς ὅρα, 31.644 χρειωδῶς ἄκουε, χρειωδῶς λάλει, χρειωδῶς ἀποκρί νου. Ἐπὶ μείζονί σου μὴ προπετεύσῃ καθίσαι. Εἰ δὲ καὶ προτραπῇς, μὴ γίνου συγκάθεδρος, ἀλλὰ περι βλεψάμενος ὧδε κἀκεῖσε, σπεῦσον εὑρέσθαι ὑποβαί νουσαν καθέδραν, ἵνα σε δοξάσῃ ὁ Θεὸς τῇ ταπεινώσει. Ἐρωτώμενος, ἀποκρίνου πρεπούσῃ φωνῇ καὶ ταπεινῇ· μὴ ἐρωτώμενος, ἡσυχίαν ἄγε. Ἑτέρου ἐρωτωμένου, σφίγγε τὸ στόμα σου, μὴ, ἐκ προπετοῦς καρδίας συνωθουμένη ἡ γλῶσσά σου διαδρᾶσα, πλήξῃ τινὰ τῶν ἀκριβούντων τὴν ἄσκησιν, καὶ ὑπὸ τὰ δεσμὰ τῶν ἐγκλημάτων σε καταστήσῃ. Καθεζόμενος δὲ, οὐκ ἐπιτρέψεις τῷ ἑτέρῳ ποδὶ τὸ σκέλος σου· ἀπροσεξίας γὰρ τοῦτο, καὶ μετεωριζομένης ψυχῆς. ∆ιαλε-γόμενος τῷ ἐλαχιστοτέρῳ σου, ἢ καὶ ἐρωτώμενός τι παρ' αὐτοῦ, οὐ ποιήσεις ῥᾳθύμως τὰς ἀποκρίσεις, ὑπερφρονῶν τοῦ ἀδελφοῦ ἐπὶ ὕβρει Θεοῦ. Ὁ γὰρ ἀτιμάζων πένητα παροξύνει τὸν ποιήσαντα αὐτὸν, φησὶν ἡ Παροιμία. Προπηδάτω ὁ τῆς παρακλήσεως λόγος τῶν λοιπῶν σου ῥημάτων, κυρῶν σου τὴν τοῦ πλησίον ἀγάπην. Τιθέσθω καὶ μέσος, καὶ πληρέστατος τῆς διαλέξεως, ἐν φαιδρῷ τῷ προσώπῳ, ἵνα δῷς εὐφροσύνην τῷ σοι διαλεγομένῳ.

Ἐν παντὶ κατορθώματι τοῦ πλησίον σου εὐφραίνου, καὶ δόξαζε τὸν Θεόν· σὰ γάρ εἰσι τὰ ἐκείνου κατορθώματα, ὡς καὶ τὰ σὰ ἐκείνου. Τὰς πρωτοκλισίας καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συνελεύσεσι παραιτοῦ· τὸν δὲ ἔσχατον τόπον μεταδίωκε, ἵνα ἀκούσῃς μᾶλλον· Φίλε, προσανάβηθι. Ἐπὶ τραπέζης μὴ ἀτακτείτω ἡ χείρ σου ἡ ἀριστερὰ, μηδὲ καταυθεντείτω τῆς δεξιᾶς. Ἀργείτω δὲ μᾶλλον· εἰ δὲ μὴ, κἂν ὑπουργείτω τῇ δεξιᾷ. Ἐν πάσῃ προσευχῆς σου προσκλήσει ὑπηχείτω τὸ στόμα σου, καὶ μέχρις ἐσχάτης προσευχῆς παράμενε τῷ κανόνι, μεγάλην ζημίαν ἡγούμενος τὴν ἀπόλειψιν. Εἰ γὰρ σιτούμενος διὰ τὴν τῆς σαρκός σου σύστασιν δυσαποσπάστως ἔχεις πρὸς τὴν τράπεζαν πρὸ τῆς κατὰ χρείαν συμπληρώσεως, καὶ οὐκ ἂν ῥᾳδίως τοῦτο ποιήσεις ἄνευ πολλῆς ἀνάγκης· πόσῳ δεῖ μᾶλλον τῇ πνευματικῇ σε τροφῇ παραμένειν, καὶ τῇ προσευχῇ ἐνισχύειν τὴν σεαυτοῦ ψυχήν; Ὅσον γὰρ διαφέρει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, καὶ τὰ ἐν οὐρανῷ τῶν ἐν γῇ, τοσοῦτον διαφέρει ψυχὴ σώματος. Ψυχὴ οὐρανοῦ μίμημα· ἐν αὐτῇ γὰρ κατοικεῖ ὁ Κύριος· σὰρξ δὲ ἐκ γῆς ὑπάρχει, ἐν ᾗ κατοικοῦσι θνητοὶ ἄνθρωποι καὶ ἄλογα ζῶα. Τοίνυν συμμέτρει πρὸς τὰς ὥρας τῶν προσευχῶν τὰς χρείας τοῦ σώματος, καὶ ἕτοιμος γίνου μὴ ὑπακούειν λογισμῷ ἀποσπῶντί σε τοῦ κανόνος. Ἔθος γὰρ τοῖς δαίμοσι κατὰ τὰς ὥρας τῶν προσευχῶν, προφάσει δῆθεν εὐλόγου 31.645 αἰτίας, ἐπείγειν ἡμᾶς πρὸς ὑποχώρησιν, ἵνα ἀπαγάγωσιν ἡμᾶς εὐλογοφανῶς τῆς σωτηριώδους εὐχῆς. Μὴ εἴπῃς προφασιζόμενος, Οἴμοι τὴν κεφαλὴν, οἴμοι τὴν κοιλίαν, ὀδύνης ἀνυπάρκτου ἀδήλους μάρτυρας προϊσχόμενος, καὶ ἀναπαύσεως χάριν ἐνδιδοὺς τῇ εὐτονίᾳ τῆς ἀγρυπνίας. Ἀλλὰ μᾶλλον ἔχε κρυπτὰς προσευχὰς, ἃς βλέπει ὁ Θεὸς ἐν τῷ κρυπτῷ, καὶ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ἔχε παρεμπόρευμα πολιτείας ἀρίστης, ἵνα εὕρῃς πλοῦτον ἀπόκρυφον ἐν ἡμέρᾳ ἀνάγκης. Ἐν ταῖς ἐφημερίαις τῆς διακονίας σου σὺν τῷ κόπῳ τοῦ σώματος ἔχε καὶ παρακλητικὸν λόγον πρὸς ἀγάπησιν τῶν διακονουμένων, ἵνα γένηται εὐπρόσδεκτος ἡ διακονία σου ἅλατι ἠρτυμένη. Μὴ