1

 2

 3

 4

 5

 6

6

κρατούμενος; Θεραπευέτω τοίνυν πρῶτον τὸ ἑαυτοῦ τραῦμα ὁ τοι οῦτος, καὶ τότε δυνήσεται τὸν τοῦ ἀδελφοῦ μώλωπα ἰάσασθαι, λόγοις θείοις τὴν ψυχὴν αὐτοῦ ἐπιῤῥώσας· τὸ γὰρ τῆς ψυχῆς τραῦμα τοῖς ἁγίοις λόγοις παραμυθούμενον κουφίζεται. Παρακάλει τοίνυν πάντας τοὺς ἀνθρώπους, τοὺς μὲν πυρουμένους, εἰ βούλοιντο, γαμεῖν ἐν Χριστῷ (γινώσκοντας μέντοι, ὡς μία ἑνὶ ἐπλάσθη, πρῶτος δὲ Λάμεχ ὢν ἐκ τοῦ Κάϊν, ἔλαβεν ἑαυτῷ δύο γυναῖκας· τὸ δὲ ἑαυτῷ λαβεῖν ἐστι τὸ μὴ κατὰ θέλημα. Θεοῦ.

Ἡ γὰρ πολυγαμία, γάμου μὲν ἔχει τὸ ὄνομα, ἔστι δὲ φιλευπρόσωπος πορνεία)· τοὺς δὲ ἐγκρατευομένους, τελείως ἐν Χριστῷ ἀσκεῖν, καὶ μὴ τῷ μὲν ὀνόματι φιλοσοφεῖν, τὸ δὲ ἔργον ἐπικεκαλυμμένως πράττειν. Μηδὲ πάλιν τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς προσέχετε, ὅτι οὐχ ὁρᾶσθε, τοίχων ὑμᾶς πανταχόθεν περικλειόντων· ἀλλὰ τὴν τοῦ Θεοῦ ἀπειλὴν φοβήθητε, ὅτι πάντα γυμνὰ, καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ εἰσι, τὰ ἐν νυκτὶ καὶ ἡμέρᾳ ὑπὸ τῶν ἀνθρώπων πραττόμενα. Καί μοι θαυμάσαι λίαν ἔπεισιν ἐκπληττομένῳ τὴν ἀναισθησίαν τῶν μυωπαζόντων, πῶς αἱ θήλειαι ἑκουσίᾳ γνώμῃ ἑαυτὰς εἰς δουλείαν ἐκδεδώκασι, τιμῆς ὑπὸ τοῦ τετιμηκότος ἀγορασθεῖσαι. Πολλάκις γάρ τις κόρη τοῖς ἰδίοις γονεῦσι μὴ ἐξυπηρετησαμένη, καὶ ἀμοιβὰς δικαίων πόνων μὴ ἀποδεδωκυῖα τοῖς ἑαυτῆς γεννήτορσιν, αὕτη σπουδαία εἰς τὸν ἀγαπητὸν εὑρέθη, καὶ πάντα τρόπον ἀγωνίζεται αὐτῷ ἀρέσαι, καὶ οὐχὶ Θεῷ εὐσεβῶς δουλεῦσαι, νύκτωρ τε καὶ μεθ' ἡμέραν ταλαιπωροῦσα, καὶ στολὰς ἐξαλάσσουσα αὐτῷ καὶ κατασκευάζουσα· καὶ πολλὰ ἄλλα πράγματά ἐστιν, ἃ οὐκ ἀγνοοῦμεν, ἀλλὰ νῦν λέγειν οὐ βουλόμεθα· οὐ γὰρ θέμις τὰ κρυφῆ γινόμενα ὑπ' αὐτῶν εἰς μέσον ἄγειν, ἃ καὶ τῷ λέγειν αἰσχρὰ τυγχάνει. Ὁ δὲ λοιπὸν, ὥσπερ τις ἰχθὺς ἀμφιβλήστρῳ κακῷ περιβληθεὶς, διὰ τῶν ἱματίων καὶ τῆς θανατηφόρου ὑπηρεσίας τῆς κατὰ ἀνθρωπαρέσκειαν γινομένης, καὶ οὐ κατὰ θεοσέβειαν, δεδούλωται τῷ γυναίῳ, μεθύων τὸ φρόνημα, καὶ κραδαινόμενος ὅλως ἐκλύεται ὑπὸ τῶν γυναικείων ῥημάτων, καὶ οὔτε προσευχῆς καιρὸν λοιπὸν ἐπιγινώσκει, οὔτε ἐὰν κύψῃ τοῦ προσεύξασθαι, οἶδε τί ποιεῖ, ἐνοπτριζόμενος χαρακτῆρα ἑταιρικῆς διαθέσεως.

Τὰ ὅμοια δὲ καὶ τὸ γύναιον συμπάσχει τῷ πάσχοντι. Καὶ Γραφῆς ἀναγινωσκομένης ἀβλεπτοῦσι τὴν διάνοιαν· καὶ ἐν ἐκκλησίᾳ προσομιλιῶν λαλουμένων, οὐκ οἴδασι τί ἀκούουσι, τῷ ἀλλήλων αἰσχρῷ πάθει δεδουλωμένοι· οὕτως τοῦ ἐρωτικοῦ καὶ μανιώδους πάθους τὴν ψυχὴν πηροῦντος, ὡς, εἰ δυνατὸν, καὶ τῶν ἰδίων ὀνομάτων ἐπιλανθάνεσθαι. Τοσοῦτον ἡ γυνὴ συνοικοῦσα τῷ ἀνδρὶ ἐκτρέπει τὸν νοῦν τοῦ ἀνθρώπου· τοσοῦτον ὁ ἀνὴρ γυναικὶ 30.828 συσκηνῶν πρὸς μανίαν ἐπιθυμίας ἄγει τὴν γυναῖκα· τοσοῦτον ἰσχύει γυνὴ ἀνδρὶ συνοικοῦσα, καὶ τῆς τοῦ Θεοῦ μνήμης λήθην ἐμποιῆσαι. Ἐξελάσωμεν ἑαυτοὺς ἀπὸ γεέννης καὶ πυρὸς αἰωνίου. Τί ζῶντες ἑαυτοὺς εἰς ᾅδην καὶ φοβερὸν τάρταρον κατορύσσετε; Οἱ τὰς συνεισάκτους ἔχοντες, καὶ αὐταῖς συνοικοῦντες, ἀπομάθετε τὸ κακὸν μάθημα, τὸ τῆς ἀπωλείας πρόξενον, καὶ τὸ τῆς σωτηρίας προδοτικόν. Μιμησώμεθα τοὺς ἀποστόλους. μιμησώμεθα τοὺς προφήτας, καὶ κατ' ἴχνος αὐτῶν βαίνωμεν, καὶ μὴ ἡμᾶς ἀπατάτω τὸ τῆς γυναικὸς δέλεαρ· μηδὲ πάλιν γυναῖκα ἡμεῖς αὐτοὶ δελεάζωμεν διὰ τῆς κενοδοξίας, καὶ ἐθελοταπεινοφροσύνης· ἀλλὰ πάντα κατὰ ἀληθινὴν καὶ βεβαίαν ταπεινοφροσύνην σωφρόνως ὑφ' ἡμῶν πραττέσθω ἐν Χριστῷ, ἵνα δυνηθῶμεν ῥυσθῆναι ἐκ τοῦ ἐνεστῶτος καιροῦ πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα, κράτος, τιμὴ τῷ ἀοράτῳ Πατρὶ σὺν ἁγίῳ καὶ παρακλήτῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.