6
τοῦ πορθῆναι αὐτήν, οὗτος ἔφυγεν εἰς Ὀστρακίνην· καὶ ἦν ἐκεῖ πάροικος εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν γῆν αὐτῶν, λάφυρον αὐτὴν ποιήσαντες, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ 21 κατέβησαν εἰς Αἴγυπτον. Αὐτὸς δὲ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Ἐλειτούργει τοῖς θερισταῖς τοῦ ἀγροῦ ἑαυτοῦ. Ἔσπειρε γὰρ κριθόν. Ὡς δὲ ἧψεν αὐτοῖς ἐδέσματα, ἐπροφήτευσε τοῖς ἰδίοις εἰπών· "πορεύομαι ἐγὼ εἰς γῆν μακρὰν καὶ τάχιον ἐπανελεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε φαγεῖν τοῖς θερισταῖς."2 Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς ἄριστον τῷ ∆ανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, ὑποστρέψας παρέστη τοῖς θερισταῖς ἐσθίουσι· καὶ οὐδενὶ εἶπε τὸ γινόμενον. Συνῆκε δὲ ὁ προφήτης, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς μέγα διαλάμψαν. Καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ θεοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενή- σεται ἡ πόρθησις τοῦ ναοῦ Ἱερουσαλήμ· τότε τὸ ἅπλωμα τοῦ ∆αβεὶρ εἰς δύο μέρη ῥαγήσεται· καὶ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται. Καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται. Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι τοῖς διωκομένοις ὑπὸ τοῦ ὄφεως ὥσπερ ἐξ ἀρχῆς καὶ διασώσει αὐτοὺς κύριος ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ κυρίου πολλὰ προεφήτευσεν· πρὸ δύο ἐτῶν περὶ τῆς ἐπιστροφῆς 22 τοῦ λαοῦ τῆς ἀπὸ Βαβυλῶνος ἀπέθανε· καὶ ἐτάφη ἐν τῷ ἰδίῳ αὐτοῦ ἀγρῷ ἐνδόξως.
ιθʹ. Σοφονίας ὁ προφήτης· οὗτος οὖν ἐκ φυλῆς Συμεὼν ἀπὸ ὄρους Σαραβαθᾶ ἐπροφήτευσε δὲ περὶ τῆς πόλεως Ἱερουσαλήμ, ὅτι οἰκοδομηθήσεται ἐπὶ κρεῖττον εἰς μῆκος καὶ πλάτος, καὶ περὶ τέλους ἐθνῶν καὶ αἰσχύνης ἀσεβῶν, καὶ περὶ τῆς τοῦ κυρίου παρουσίας. Ἀπέθανε δὲ ἐν ἀπο- καλύψει κυρίου, καὶ ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ μονώτατος.
κʹ. Ἀγγαῖος ὁ προφήτης. Ἔτι νέος ὢν ἐπανῆλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ ἐπροφήτευσε καὶ εἶδε τὴν οἰκοδομὴν τοῦ ναοῦ Ἱερουσαλὴμ καὶ αὐτὸς ἔψαλλεν ἐκεῖ πρῶτος ἀλληλούϊα, ὃ ἑρμηνεύεται· αἰνέσωμεν τῷ ζῶντι θεῷ· ἀμήν, ὅ ἐστι· γένοιτο, γένοιτο· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐτάφη πλησίον τῶν ἱερέων ἐνδόξως· διὸ λέγομεν ἀλληλούϊα, ὅ ἐστιν ὕμνος Ἀγγαίου καὶ Ζαχαρίου.
καʹ. Ζαχαρίας ὁ προφήτης. Οὗτος ἦν υἱὸς Βαραχίου. Οὗτος ἦλθεν ἀπὸ τῆς Χαλδαίων ἤδη προβεβηκὼς καὶ ἐκεῖ ὢν πολλὰ τῷ λαῷ προεφήτευσε καὶ τέρατα πολλὰ ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει τῷ κυρίῳ. Οὗτος καὶ τὸν Σαλαθιὴλ εὐλόγησεν ἐπὶ υἱῷ λέγων· ὅτι γεννήσεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα Ζοροβάβηλ. Καὶ ἐπὶ Κύρου τοῦ βασιλέως 23 Περσῶν τέρας ἔδωκεν εἰς νῖκος περὶ Κροίσου τοῦ Λυδίων βασιλέως καὶ περὶ Ἀστυάγους τοῦ τῶν Μήδων βασιλέως καὶ περὶ τῆς λειτουργίας αὐτοῦ ἐπροφήτευσεν, ἣν ποιήσει Κύρος ἐπὶ Ἱερουσαλήμ. Καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας αὐτοῦ τῆς ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ περὶ τῆς τοῦ ναοῦ Ἱερουσαλὴμ οἰκοδομῆς καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ διπλῆς κρίσεως ἐξέθετο. Ἀπέθανε δὲ εἰς τὴν Ἰουδαίαν ἐν γήρει μακρῷ καὶ ἐτάφη σύνεγγυς Ἀγγαίου τοῦ προφήτου.
κβʹ. Μαλαχίας ὁ προφήτης ἦν ἐκ φυλῆς Ζαβουλών. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἀπὸ Βαβυλῶνος τίκτεται ἐν Σοφᾷ ἐν γῇ Ζαβουλών. Καὶ ἔτι νέος ὢν καλὸν βίον ἔσχε, πολλὰ δὲ προεφήτευσε περὶ τῆς τοῦ κυρίου ἐπι-δημίας καὶ περὶ κρίσεως νεκρῶν· καὶ ὅτι τὰ ἔθη Μωϋσέως πληρωθήσονται καὶ ἀλλαγήσονται. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πραΰν, ἐκάλεσεν αὐτὸν μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει πάνυ εὐπρεπής, ἀλλὰ καὶ