1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

αἰῶνος δεσμίους ἐν ἀνδρείᾳ καὶ ἐξουσίᾳ πολλῇ, τοὺς κατοικοῦντας ἐν τάφοις, οὓς κατέπιεν τυραννικῶς ὁ πικρὸς καὶ ἀκόρεστος θάνατος τυραννήσας, καὶ ἐκ Θεοῦ ἀποσυλήσας ὁμοῦ τε καὶ σωρεύσας, τοῖς ἄνω κατοικοῦσιν ἐλευθερώσας συναριθμῆσαι. Ἐκεῖ δέσμιος Ἀδὰμ ὁ πρωτόπλαστος, καὶ πρωτογέννητος πάντων κατωτάτων καταδίκων κατώτερος. Ἐκεῖ Ἄβελ ὁ πρωτόθνητος, καὶ πρωτοδίκαιος ποιμὴν Χριστοῦ ποιμένος τύπος τῆς ἀδίκου σφαγῆς. Ἐκεῖ Νῶε ὁ Χριστοῦ τύπος, τῆς μεγάλης κιβωτοῦ Θεοῦ Ἐκκλησίας κτιστὴς, τῆς τὰ θηριώδη ἔθνη πάντα ἐκ κατακλυσμοῦ ἀσεβείας διὰ περιστερᾶς, ἁγίου Πνεύματος, διασωσάσης, καὶ τὸν ζοφερὸν κόρακα ἐκ ταύτης ἐξορισάσης. Ἐκεῖ Ἀβραὰμ ὁ Χριστοπάτωρ θύτης, ὁ τὴν ξιφάξιφον ὁμοῦ, καὶ θνητάθνητον Θεῷ θύσας θυσίαν πανόλβιον. Ἐκεῖ κάτω δέσμιος Ἰσαὰκ ὁ πάλαι δέσμιος Χριστό 43.453 τυπος ὑπὸ Ἀβραὰμ γενόμενος ἄνω. Ἐκεῖ Ἰακὼβ ἐνᾅδῃ κατώδυνος κάτω πρὶν διὰ Ἰωσὴφ κατώδυνος ἄνω. Ἐκεῖ Ἰωσὴφ ὁ δέσμιος, ὁ ἐν Αἰγύπτῳ γεγονὼς ἐν τῷ δεσμωτηρίῳ εἰς Χριστοῦ τύπον δεσμώτης καὶ δεσπότης. Ἐκεῖ Μωϋσῆς ἐν σκοτεινοῖς κάτω, ὁ ποτὲ ἐν τῇ θήκῃ ἐν σκοτεινοῖς ἄνω. Ἐκεῖ ∆ανιὴλ ἐν ᾅδῃ τῷ λάκκῳ, ὁ ἐν τῷ λάκκῳ ποτὲ τῶν λεόντων ἄνω. Ἐκεῖ Ἱερεμίας ὡς ἐν λάκκῳ βορβόρου, ἐν τῷ λάκκῳ τοῦ ᾅδου καὶ τῆς φθορᾶς τοῦ θανάτου. Ἐκεῖ ἐν τῷ κοσμοδόχῳ κήτει τοῦ ᾅδου κεῖται εἰς τύπον Ἰωνᾶς Χριστοῦ τοῦ αἰωνίου καὶ προαιωνίου Ἰωνᾶ τοῦ ζῶντος εἰς αἰῶνα, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἐπ' αἰῶνα. Καὶ ἔτι ἐκεῖ ∆αβὶδ ὁ Θεοπάτωρ, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός. Καὶ τί λέγω ∆αβὶδ καὶ Ἰωνᾶν καὶ Σολομῶντα; Ἐκεῖ καὶ αὐτὸς ὁ πολὺς Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, ὡς ἐν τῇ σκοτεινῇ μήτρᾳ Χριστὸν προκηρύττων τοῖς ἐν ᾅδῃ ἅπασιν· ὁ διττὸς πρόδρομος, καὶ κῆρυξ ζώντων καὶ νεκρῶν· ὁ ἐκ φυλακῆς Ἡρώδου τῇ πανδήμῳ φυλακῇ παραπεμφθεὶς τοῦ ᾅδου ὅθεν τῶν ἀπ' αἰῶνος δικαίων τε καὶ ἀδίκων κεκοιμημένων. Οἱ δὲ προφῆταί τε καὶ δίκαιοι ἅπαντες λιτὰς ἀλήκτους κρυφιομύστως Θεῷ ἐκεῖθεν προσέφερον, λύτρωσιν ἐξαιτοῦντες τῆς πανωδύνου ἐκείνης καὶ κατηφοῦς ἐχθροκράτου ζοφερᾶς, καὶ πανεσπέρου παννυξίας. Καὶ ὁ μὲν πρὸς Θεὸν ἔλεγε· Ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἄκουσον, φωνῆς μου· ὁ δ' ἄλλος· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· καὶ ἄλλος· Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· καὶ ἕτερος· Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι· καὶ ἄλλος· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς· καὶ ἕτερος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· καὶ ἄλλος· Ῥῦσαι τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου· καὶ ἕτερος· Κύριε, ἀνάγαγε ἐξ ᾅδου τὴν ψυχήν μου· καὶ ἄλλος· Μὴ ἐγκατάλιπε τὴν ψυχήν μου εἰς ᾅδην· καὶ ἕτερος· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου. Ὧν δὴ ἁπάντων ὑπακούσας ὁ πανοικτίρμων Θεὸς ὁ Χριστὸς οὐ δίκαιον κέκρικε τοῖς ἐπ' αὐτοῦ καὶ μετ' αὐτὸν τῆς οἰκείας μεταδοῦναι μόνοις φιλανθρωπίας· ἀλλὰ καὶ τοῖς πρὸ τῆς αὐτοῦ ἐπιδημίας ἐν ᾅδῃ κατεχομένοις, καὶ καθημένοις ἐν σκότει, σκιᾷ θανάτου. ∆ιὸ ἀνθρώπους μὲν ἐν σαρκὶ ὄντας διὰ σαρκὸς ἐμψύχου ὁ Θεὸς Λόγος ἐπεσκέψατο· ψυχαῖς δὲ σωμάτων ἀπηλλαγμέναις διὰ τῆς ἐνθέου καὶ ἀχράντου αὐτοῦ ψυχῆς ἐν ᾅδῃ ἐπέφανε, σώματος ἀλλ' οὐ θεότητος ἀπηλλαγμένης. Οὐκοῦν σπεύσωμεν τῷ νῷ, καὶ ἐπὶ τὸν ᾅδην βαδίσωμεν, ὅπως ἴδωμεν πῶς ἐκεῖ ποτε τὸν τῷ κράτει κραταιὸν κατὰ κράτος κρατεῖ τοῦ κράτους κρατοτύραννον, καὶ λαῷ πανστρατὶ τῇ αὐτοῦ ἀστραπῇ τὰς ἀθανάτους ἐκείνας τῶν φαλάγγων ἀχειρὶ 43.456 χειροῦται τάξεις· θύρας ἀθύρους ἄρας ἐκ μέσου, καὶ πύλας ἀξύλους τῷ ξύλῳ τοῦ σταυροῦ Χριστὸς ἡ θύρα κατακλάσας, ἥλοις τε τοῖς ἐνθέοις μοχλοὺς αἰωνίους συντρίψας καὶ συνθλάσας· καὶ δεσμοῖς χειρενθέοις τὰς ἀλύτους ἁλύσεις ὡς κηρὸν διαλύσας· καὶ λόγχῃ τῇ θεοπλεύρῳ καρδίαν