6
Καὶ τῶν ἀναγνωσμάτων ἀναγνωσκομένων οἱ ἀδελφοὶ ἐφιζάνουσι. Ζʹ Σταυροειδὴς φωτισμὸς καὶ σφράγισις τοῦ λαοῦ. Ι Εἶτα λαβὼν ὁ ἱερεὺς μετὰ τῆς δεξιᾶς αὐτοῦ χειρὸς τὸν θυμιατὸν καὶ κηρὸν
ἅπτοντα, ἐκφωνεῖ· Σοφία, ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσιν. Εἶτα ἡ παροιμία, μεθ' ἥν· Ὁ ἱερεύς· Εἰρήνη σοι.
Ὁ διάκονος· Σοφία. Καὶ εὐθὺς τὸ Κατευθυνθήτω. Ηʹ Ἐκτενής. Θ. Καὶ μετὰ τὴν εἴσοδον καὶ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω λέγει·
Εἴπωμεν πάντες ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας, Κ εἴπωμεν Κύριε παντοκράτορ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον. Ὑπὲρ τοῦ ἁγίου. Ὑπὲρ τοῦ ῥυσθῆναι. Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου Κ, Κύριε ἐπάκουσον καὶ ἐλέησον. Ι, Κ κλπ. Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων βασιλέων ἡμῶν, κράτους, νίκης Κ διαμονῆς, εἰρήνης, ὑγείας, σωτηρίας αὐτῶν καὶ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι, κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον. Ι Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἡμῶν τοῦ δεῖνος καὶ τῆς δείνα, ὑγείας καὶ Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν τοῦ ∆ δεῖνος ὑγείας. Ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ τοῦ ∆ δεῖνο καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Καὶ ὑπὲρ τῶν διακονούντων. Ἐκφ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις.
Ι Εὐχὴ τῆς ἐκτενοῦς ἱκεσίας. Θ Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν δούλων σου καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί …
Θ' Εὐχαὶ ὑπὲρ τῶν κατηχουμένων καὶ τῶν φωτιζομένων Κ. Ὁ διάκονος. Θ, Ι, Κ, Λ κλπ. Εὔξασθαι οἱ κατηχούμενοι τῷ Κυρίῳ. Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν, ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ, κατηχήσῃ αὐτοῖς τὸν λόγον τῆς ἀληθείας, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Ι, Κ, Μ, α Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς τῇ σῇ χάριτι. Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Θ Ὁ ἱερεὺς εὔχεται· Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης ... (σελ. 53). Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον. Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι. Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε·
Ταῦτα τὰ διακονικὰ λέγονται ἀπὸ τῆς αʹ ἑβδομάδος ἕως τῆς μεσονηστίμου· ἀπὸ δὲ τῆς δʹ τῆς μεσονηστίμου λέγονται ταῦτα τὰ ὑποτεταγμένα· Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε· ὅσοι πρὸς τὸ φώτισμα προέλθετε. Εὔξασθαι οἱ πρὸς τὸ φώτισμα. Οἱ πιστοὶ ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν ἡμῶν καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν· ὅπως Κύριος ὁ Θεὸς ἡμῶν στηρίξῃ αὐτοὺς καὶ ἐνδυναμώσῃ· φωτίσῃ αὐτοὺς φωτισμῷ γνώσεως καὶ ἀληθείας· καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἀναγεννήσῃ αὐτοὺς δι' ὕδατος καὶ πνεύματος· χαρίσῃ αὐτοῖς τὴν τελειότητα τῆς πίστεως· συγκαταριθμήσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καὶ ἐκλεκτῇ ποίμνῃ. Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς τῇ σῇ χάριτι. Οἱ πρὸς τὸ φώτισμα τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.