6
ἀρκεῖται τροφῇ μιᾷ, καὶ ἀκηδιαστὴς μοναχὸς ἐν ἔργῳ ἑνί. Φιληδόνῳ οὐκ ἀρκέσει μία γυνὴ, καὶ ἀκηδιαστῇ μοναχῷ οὐκ ἀρκέσει μία κέλλα.
ΚΕΦΑΛ. Ι∆ʹ. Ὀφθαλμὸς ἀκηδιαστοῦ ταῖς θυρίσιν ἐνατενίζει συχνῶς, καὶ ἡ
διάνοια αὐτοῦ τοὺς ἐπισκεπτομένους φαντάζεται· ἔτρισεν ἡ θύρα, κἀκεῖνος ἐξήλλατο, φωνῆς ἤκουσε, καὶ διὰ τῆς θυρίδος παρέκυψε, καὶ οὐκ ἀφίσταται ἐκεῖθεν, ἕως οὗ ναρκήσει καθήμενος. Ἀναγινώσκων ἀκηδιαστὴς χασμᾶται πολλὰ, καὶ πρὸς ὕπνον καταφέρεται εὐχερῶς, τρίβει τὰς ὄψεις, καὶ διατείνει τὰς χεῖρας, καὶ τοῦ βιβλίου τοὺς ὀφθαλμοὺς ἀποστήσας, ἐνατενίζει τῷ τοίχῳ, πάλιν ἐπιστρέψας ἀνέγνω μικρὸν, καὶ ἀναπτύσσων τὰ τέλη τῶν λόγων περιεργάζεται, ἀριθμεῖ τὰ φύλλα, καὶ τὰς τετράδας ἐπιψηφίζει, ψέγει τὸ γράμμα καὶ τὴν κόσμησιν, ὕστερον δὲ πτύξας ὑπέθηκε τῇ κεφαλῇ τὸ βιβλίον, καὶ καθεύδει ὕπνον οὐ πάνυ βαθὺν, ἡ γὰρ πεῖνα λοιπὸν διεγείρει αὐτοῦ τὴν ψυχὴν, καὶ τὰς ἑαυτῆς φροντίσεις ποιεῖ. Ἀκηδιαστὴς μοναχὸς, ὀκνηρὸς εἰς προσευχὴν, καὶ οὐ μὴ λαλήσει ποτὲ ῥήματα προσευχῆς· ὥσπερ γὰρ ὁ νοσῶν οὐ βαστάζει φορτίον βαρὺ, οὕτω καὶ ἀκηδιαστὴς οὐ μὴ ποιήσει ἔργον Θεοῦ ἐπιμελῶς· καθῄρηται μὲν γὰρ ὁ μὲν τὴν δύναμιν τοῦ σώματος, ὁ δὲ τοὺς τόνους ἐκλέλυται τῆς ψυχῆς. Ἀκηδίαν θεραπεύει καρτερία, καὶ τὸ πάντα ποιεῖν μετὰ πολλῆς προσεδρείας καὶ φόβου Θεοῦ. Τάξον μέτρον σεαυτῷ ἐν παντὶ ἔργῳ, καὶ μὴ πρότερον ἀποστῇς, πρὶν τελέσῃς αὐτὸ, καὶ προσεύχου συνετῶς καὶ εὐτόνως, καὶ πνεῦμα ἀκηδίας φεύξεται ἀπὸ σοῦ.
ΚΕΦΑΛ. ΙΕʹ. Περὶ κενοδοξίας. Κενοδοξία πάθος ἐστὶν ἄλογον, καὶ παντὶ ἕργῳ
ἀρετῆς εὐκόλως συμπλέκεται. Συγκέχυται γραμμὴ χαραχθεῖσα καθ' ὕδατος, καὶ ἀρετῆς πόνος ἐν κενοδόξῳ ψυχῇ. Λευκὴ γέγονε χεὶρ καλυπτομένη κόλπῳ, καὶ κρυπτομένη πρᾶξις φωτὸς ἐκλάμπει φαιδρότερον. Σμίλαξ περιπλέκεται δένδρῳ, καὶ ὅταν φθάσῃ ἄνω ξηραίνει τὴν ῥίζαν, κενοδοξία δὲ ταῖς ἀρεταῖς παραφύεται, καὶ οὐκ ἀφίσταται, ἕως ἂν ἐκκόψῃ τὴν δύναμιν. Βότρυς ἐπισυρόμενος τῇ γῇ σήπεται εὐχερῶς, καὶ ἀρετὴ ἀπόλλυται κενοδοξίᾳ ἐπερειδομένη. Μοναχὸς κενόδοξος, ἐργάτης ἄμισθος· τὸν πόνον ὑπέστη, καὶ τὸν μισθὸν οὐκ ἔλαβε. Βαλάντιον τετρημένον οὐ φυλάττει τὸ βληθὲν, καὶ κενοδοξία ἀπόλλυσι μισθοὺς ἀρετῶν. Κενοδόξου ἐγκράτεια, καπνὸς καμίνου, καὶ εἰς ἀέρα διαλυθήσεται ἀμφότερα. Ἄνεμος ἀφανίζει ἴχνος ἀνδρὸς, καὶ ἐλεημοσύνην κενόδοξος. Λίθου βολὴ 79.1161 οὐ φθάνει εἰς οὐρανὸν, καὶ προσευχὴ ἀνθρωπαρέσκου οὐκ ἀναβήσεται πρὸς Θεόν.
ΚΕΦΑΛ. Ιϛʹ. Κενοδοξία πέτρα ἐστὶν ὕφαλος· ἐὰν προσρήξῃς, τὸν φόρτον
ἀπώλεσας. Κρύπτει θησαυρὸν ἀνὴρ φρόνιμος, καὶ ἀρετῆς πόνους μοναχὸς συνετός. Ἐν πλατείαις προσεύχεσθαι συμβουλεύει κενοδοξία, ὁ δὲ πολεμῶν ταύτῃ προσεύχεται εἰς ταμεῖον αὑτοῦ. ∆ημοσιεύει πλοῦτον αὐτοῦ ἀνὴρ ἄφρων, κινεῖ δὲ πολλοὺς εἰς ἐπιβουλὴν καθ' ἑαυτοῦ. Σὺ δὲ κρύπτε τὰ σὰ, ἐν ὁδῷ γὰρ τυγχάνεις λῃστῶν, ἕως ἥξεις εἰς πόλιν εἰρήνης, καὶ ἀσφαλῶς χρήσῃ τοῖς σοῖς. Ἀρετὴ κενοδόξου συντετριμμένον ἱερεῖον, καὶ οὐ μὴ ἀνενεχθῇ εἰς θυσιαστήριον Θεοῦ. Ἀκηδία ἐκλύει τόνον ψυχῆς, κενοδοξία δὲ νευροῖ νοῦν ἀποπεπτωκότα Θεοῦ, τὸν ἀσθενοῦντα ἐποίησεν ἐῤῥώμενον, καὶ τὸν γέροντα τοῦ νέου δυνατώτερον, μόνον ἐὰν παρῶσι μάρτυρες τῶν γινομένων πολλοί· κούφη νηστεία τότε, καὶ ἀγρυπνία, καὶ προσευχὴ, ὁ γὰρ ἔπαινος τῶν πολλῶν διεγείρει τὴν προθυμίαν. Μὴ πωλήσῃς τοὺς πόνους δόξαις ἀνθρωπίναις, μηδὲ τὴν μέλλουσαν δόξαν προδῷς δι' εὐφημίαν. ∆όξα γὰρ ἀνθρωπίνη εἰς χοῦν κατασκηνοῖ, καὶ κλέος αὐτῆς σβέννυται ἐπὶ γῆς, ἀρετῆς δὲ δόξα μένει εἰς τὸν αἰῶνα