1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

6

θηεύμενοι, οὓς ἐδόκευον, 429 Ἀρτιφαῆ τροχάοντα κατ' ἠέρος ἀντολίηθεν Ἑβραίων ἐπὶ γαῖαν, ἐτεκμήραντο ἄνακτα· Τῆμος ὅτ' ἀστρολόγοισιν ὁμοῦ πέσε μήδεα τέχνης, Ἀστρολόγων τὸν ἄνακτα σὺν οὐρανίοισι σεβόντων. Ἀλλ' οἱ μὲν περόωεν ἑὴν ὁδὸν, ἥνπερ ἔταξε Χριστὸς ἄναξ, πυρόεντες, ἀείδρομοι, ἀστυφέλικτοι, Ἀπλανέες τε πλάνοι τε παλίμποροι, ὡς ἐνέπουσιν, Εἴτε τις ἄτροφός ἐστι πυρὸς φύσις, εἴτε τι σῶμα, Πέμπτον ὃ δὴ καλέουσι, περίδρομον οἶμον ἔχοντες· Ἡμεῖς δ' ἡμετέρην ὁδὸν ἄνιμεν. Εἰς λογικὴν γὰρ Σπεύδομεν, οὐρανίην τε φύσιν, καὶ δέσμιοι αἴης. 430 ʹ. Περὶ τῆς αὐτῆς. Ἔῤῥοιεν οἱ τὸ Θεῖον ἐξηρνημένοι, Καὶ μηδὲ τὴν ἄφραστον εὐαρμοστίαν Τοῦ παντὸς εἴς τιν' ἀναφέροντες αἰτίαν Ποιητικήν τε καὶ συνεκτικὴν ὅλων. Ἔῤῥοιεν οἱ θεῶν τιν' ἐσμὸν εἰδότες, Ἢ δαιμόνων καλῶν τε καὶ κακῶν κράτος. Ἔῤῥοιεν οἱ Πρόνοιαν ἐξηρνηκότες, Ὥσπερ τὸ σώζεσθ' ἐκ Θεοῦ δεδοικότες· Ἀλλ' ἢ φορᾷ νέμοντες ἀστάτῳ τὸ πᾶν, Ἢ καὶ διδόντες ἀστέρων κινήμασι, Τοῖς πῶς, πόθεν τε, κἀκ τίνος, κινουμένοις· 431 Εἰ μὲν Θεοῦ, πῶς πρῶτον, ὃ στρέφει Θεός; Τοῦ γὰρ πλέκοντός ἐστι καὶ μεταπλέκειν. Εἰ δ' οὐ Θεοῦ, πῶς στήσετ' ἐξ ἀναρχίας, Ἢ καὶ μάχης τοῦ κρείσσονος; Πῶς δ' οὐ μάχη; Ἡ γὰρ προνοίας ἄρσις, ἄνταρσις Θεοῦ· Εἰ μὴ σὺ ποιεῖς καὶ Θεὸν πεπρωμένον, Φέροντ' ἄκοντα τὴν πλοκῆς τυραννίδα. Οὕτω μὲν οὗτοι σφῶν ἁλίσκονται λόγοις. Ἡμῖν δ' ἄγει μὲν εἷς Θεὸς τὸ πᾶν τόδε, Σοφῶς ἑλίσσων καὶ πλέκων, ὡς ἂν θέλῃ, Τοῖς αὐτὸς αὑτοῦ νεύμασί τε καὶ λόγοις, Κἂν μὴ τὰ πάντα δεξιῶς στρέφειν δοκῇ. Πολλοί γε μὴν κάμνουσι καὶ σοφωτάτων, Τοῖς τῇδ' ἀνίσοις, καὶ πάλαι καὶ νῦν ἔτι. Τί δεῖ λέγειν ἅπαντας; ἀλλά μοι σκόπει 432 ∆αυῒδ τί πάσχει· τοὺς κακοὺς ὁρῶν καλῶς Πράττοντας (ὡς δοκοῦσι), σφόδρ' εἰλιγγιᾷ, Μή τις φορᾷ δῷ τὴν φύσιν τῶν πραγμάτων, Ὡς οὐκ ἐπιστατοῦντος ἡμῖν οὐδενός. Ὁ δ' αὐτὸς οἶδε τὴν λύσιν· Τὸ γὰρ τελὸς Πάντων σκόπει μοι, φησὶν, ὡς ἀντίστροφον. Ἔσπειρας· ὄψει τῆς σπορᾶς καὶ τὸν στάχυν. Εἰ δ' ἀγνοεῖς σὺ τοὺς λόγους, οὐ καὶ Λόγος· Οὐδὲ γὰρ, εἰ σὺ τῆς γραφῆς, καὶ ζωγράφος· Οὐδ' εἰ σὺ γραμμῶν, καὶ γεωμέτρης ὃ σύ. Τὸ μὲν κατείληφάς τι, τῷ δ' ἕπου σοφῶς. Ἔστιν λόγος καὶ τοῦτο, πείθεσθαι λόγῳ. Εἰ πάντα δῆλα, ποῦ τὸ πιστεύειν, λέγε. Πίστις γάρ ἐστιν ἀπράγμων συναίνεσις Ἐγὼ δὲ καὶ τοῦτ' ἐννοῶ σοφῶς ἴσως· 433 Οὐ ταῦτα εἰσιόντι σοι καθυπεσχόμην, 433 Πλουτεῖν, ἀμεριμνεῖν, εὐσθενεῖν, ἢ εὐτεκνεῖν· Εὐζωΐαν δὲ καὶ τὰ προσδοκώμενα· Ὡς ἀντὶ τῶν νῦν προσδοκᾷν τὰ μείζονα. Πῶς οὖν δίκαιον, ὥσπερ ἐν συναλλαγῇ, Καὶ τὸ πραθὲν ζητεῖν σε, καὶ τὸ χρῆμ' ἔχειν; Εἰ μὴ μόνῳ σοι τοῦτο τῶν πάντων γέρας. Ὡς σφόδρ' ἄπληστον, καὶ ξένης συνεισφορᾶς! Ἢ κεῖνα ῥίψον, φίλτατ', ἢ καὶ ταῦτα δός· Εἴ πέρ τι δεῖ σοι τὸν σὸν ἑστάναι λόγον, Μηδ' ἐκτὸς ἔρχῃ τῶν καλῶς συγκειμένων. Πῶς οὖν, ἂν εἴποις, τοῖς πάλαι καὶ ταῦτα ἦν; 434 Οὔπω τότ' ἦν ἧ πίστις ἐῤῥιζωμένη, Καὶ πίστις ἦν τὰ τῇδε τῶν νοουμένων, Ὥσπερ γάλακτι νηπίοις ἀνδρουμένοις. Τεκμήριον δὲ τοῦ λόγου. Καὶ γὰρ τότ' ἦν Τὰ μὲν μέγιστα τῶν κακῶν συγγνωστά πως· Τὰ δ' οὐ μέγιστα τῶν κακῶν τιμητέα· Ἀντιζυγούσης τῆς ἐν ἀμφοῖν ἀξίας. Αἱ δ' ἐκδικήσεις τῶν σοφῶν ὑπέρμετροι. ∆αυΐδ σε ταῦτα πειθέτω, καὶ Μωϋσῆς, Ἐλισσεός τε, οὗ τρέμω μεμνημένος· Ὁ μὲν κολασθεὶς ἐνδεῶς τοῖς πταίσμασι, Ὁ δ' ἀντὶ μικρῶν, καὶ Θεοῦ λαβὼν θέαν· 435 Νόμον τε, καὶ τοσοῦτον ἐκσώσας στρατόν· Ὁ δ' ἐκ βραχείας ὕβρεως καὶ νηπίοις Πληγὴν τοσαύτην ἀντιδοὺς παρ' ἐλπίδας. Οὕτω σκιώδης τηνικαῦτ' ἦν καὶ νόμος. Οὕτω κάθαρσις θυσιῶν δι' αἵματος, Σαρκῶν τ' ἀνάγνων ἀσθενῆ ῥαντίσματα· Οὕτως ἄριστον ἡ φυγὴ τῶν χειρόνων, Εἰ καὶ πλέον τι μὴ προσῆν, μικροῖς ὅροις Τῆς εὐσεβείας περιγραφομένης τοῖς τότε. Εἴπω τι μεῖζον, ὧν ἔφην; Λελέξεται. Οὐδ' εἰσφορὰν τοσαύτην εἶχον οὐδέπω, Ὅσην περ ἡμεῖς, τοῖς Θεοῦ παθήμασιν, 436 Ἀμνῷ τε τῷ σφαγέντι τοῖς ἐμοῖς κακοῖς. Ὥστ' ἦν τὸ κείνων πλεῖον· εἰ δὲ πλεῖον ἦν, ∆ὸς πλεῖον εἶναι τῶν πόνων καὶ