1

 2

 3

 4

 5

 6

 7

6

ὄντες σήμερον οἱ ταῦτα κατηγοροῦντες, καὶ διὰ τοῦτο τὴν καθέδραν ταύτην δεξάμενοι, τὴν ἐπίμαχον καὶ ἐπίφθονον· θαυμαστὸν οὐδὲν, εἰ ὑπ' ἀμφοτέρων ἐκτριβείημεν, καὶ σταίημεν ἐκ τοῦ μέσου μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους, ἵν' ἐγγύθεν ἀλλήλους βάλλωσι, καὶ παντὶ τῷ θυμῷ, μηδενὸς ὄντος ἐν μέσῳ διατειχίσματος καὶ κωλύματος. Ταῦτα οὖν ὁρίσαι καὶ στῆσαι μάλιστα μὲν Θεοῦ, τοῦ πάντα συνδέοντος· ἔπειτα δὲ καὶ ἀνθρώπων, ὅσοις τὸ καλὸν διεσπούδασται, καὶ τὸ τῆς ὁμονοίας ἀγαθὸν γνωρίζεται· ἀπὸ μὲν τῆς Τριάδος ἀρξάμενον, ἧς οὐδὲν οὕτως ἴδιον ὡς τὸ ἓν τῇ φύσει, καὶ πρὸς ἑαυτὴν εἰρηναῖον· μεταληφθὲν δὲ ὑπὸ τῶν ἀγγελικῶν καὶ θείων δυνάμεων, αἳ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλας εἰρηνικῶς ἔχουσι· προελθὸν δὲ μέχρι πάσης τῆς κτίσεως, ἧς κόσμος τὸ ἀστασίαστον· ἐν ἡμῖν δὲ πολιτευσάμενον, κατὰ μὲν ψυχὴν τῇ τῶν ἀρετῶν ἀντακολουθήσει καὶ κοινωνίᾳ, κατὰ δὲ σῶμα τῇ τῶν μελῶν ἢ τῶν στοιχείων πρὸς ἄλληλα εὐαρμοστίᾳ καὶ συμμετρίᾳ· ὧν τὸ μὲν κάλλος, τὸ δὲ ὑγίεια ἔστι τε καὶ ὀνομάζεται.

ΙΕʹ. Ἐπαινῶ δὲ ἔγωγε καὶ τὸ τοῦ Σολομῶντος, ὥσπερ παντὶ πράγματι, οὕτω δὲ καὶ πολέμῳ καὶ εἰρήνῃ νομοθετοῦντος καιρόν. Ἐκεῖνο προσθήσω μόνον, ἀμφοτέρων μὲν τὸν καιρὸν τηρητέον, ἐπειδὴ καὶ πολεμεῖν ἔστι ποτὲ καλῶς, κατὰ τὸν ἐκείνου νόμον καὶ λόγον· ἕως δ' ἂν ἐξῇ, πρὸς τὴν εἰρήνην μᾶλλον ἀποκλιτέον· τοῦτο γὰρ ὑψηλότερόν τε καὶ θεοειδέστερον. Ὡς ἔστιν ἄτοπον, ἰδίᾳ μὲν ἄριστον ὑπολαμβάνειν τὸ τῆς ὁμονοίας, δημοσίᾳ δὲ μὴ λυσιτελέστατον. Καὶ οἰκίαν μὲν καὶ πόλιν ταύτην ἄριστα διοικεῖσθαι, ἥτις ἂν μηδὲν ἢ ὡς ἐλάχιστα στασιάζῃ πρὸς ἑαυτὴν, ἢ τοῦτο πάσχουσα, τάχιστα ἐπανίῃ καὶ θεραπεύηται· τῷ δὲ κοινῷ τῆς Ἐκκλησίας ἄλλο τι βέλτιον εἶναι καὶ πρεπωδέστερον. 35.1149 Καὶ αὐτὸν μὲν ἕκαστον, ὅπως ἂν πρὸς ἑαυτὸν εἰρηνεύῃ, σπουδάζειν (εἰρήνη δὲ τὸ καθ' ἕκαστον αἱρετὸν, καὶ ἡ κατὰ τῶν παθῶν δεσποτεία)· πρὸς δὲ τοὺς ἄλλους μὴ τὸν αὐτὸν φαίνεσθαι, ἀλλ' ἡγεῖσθαι δόξαν ἑαυτοῦ, τὴν τοῦ πλησίον κατάλυσιν. Καὶ τὸν μὲν Θεὸν ἀφιέναι κελεύειν καὶ τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς, μὴ ὅτι ἑπτάκις, ἀλλὰ καὶ πολλάκις τοσοῦτον, ὡς τοῦ ἀφιέναι τὸ ἀφίεσθαι προξενοῦντος· ἡμᾶς δὲ καὶ τοῖς οὐδὲν ἀδικοῦσι προθυμότερον ἐπηρεάζειν, ἢ παρ' ἄλλων εὐεργετεῖσθαι. Καὶ τοσαύτην μὲν εἰδέναι τοῖς εἰρηνοποιοῖς ἀποκειμένην μακαριότητα, ὥστε καὶ υἱοὺς Θεοῦ προσαγορεύεσθαι μόνους ἐν τῇ τάξει τῶν σωζομένων· αὐτοὺς δὲ καὶ φιλέχθρως ἔχοντας, ἔπειτα οἴεσθαι καὶ φίλα πράττειν Θεῷ, τῷ παθόντι δι' ἡμᾶς, ἵνα πρὸς ἑαυτὸν εἰρηνεύσῃ, καὶ καταλύσῃ τὸν ἐν ἡμῖν πόλεμον. Ιςʹ. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, οὕτω διανοώμεθα. Αἰδεσθῶμεν τὸ δῶρον τοῦ εἰρηνικοῦ, τὴν εἰρήνην, ἣν ἐνθένδε ἀπιὼν ἀφῆκεν ἡμῖν, ὥσπερ ἄλλο τι ἐξιτήριον. Ἕνα πόλεμον εἰδῶμεν, τὸν κατὰ τῆς ἀντικειμένης δυνάμεως. Εἴπωμεν ἀδελφοὶ καὶ τοῖς μισοῦσιν ἡμᾶς, ἂν ἄρα δέχωνται. Συγχωρήσωμέν τι μικρὸν, ἵνα τὸ μεῖζον ἀντιλάβωμεν, τὴν ὁμόνοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Τούτους ζηλώσωμεν, μὴ τῶν δαιτυμόνων τοὺς ἀπληστοτέρους, ἢ τῶν ἐμπόρων· ὧν οἱ μὲν ἀμέτρως ἐμφορηθέντες τῶν προκειμένων, οἱ δὲ τὴν ναῦν φορτίσαντες, θᾶττον ἐῤῥάγησαν καὶ συγκατέδυσαν, ἤ τι τῆς ἀπληστίας ἀπέλαυσαν, ἵνα μικρὰ κερδάνωσι, τὰ μεγάλα ζημιωθέντες. Ἐγὼ μὲν οὖν ταῦτα καὶ βοῶ καὶ διαμαρτύρομαι, καὶ τὸ τῆς Γραφῆς ποιῶν οὐ παύσομαι· ∆ιὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω· καὶ γὰρ ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀναιρουμένοις, οἵτινες οὐ τραυματίαι μαχαίρας, οὐδὲ τραυματίαι λιμοῦ γινόμεθα, τραυματίαι δὲ φιλοδοξίας ἢ φιλαρχίας· ὡς μηδὲ τὸ ἐλεεῖσθαι μᾶλλον ἢ τὸ μισεῖσθαι συμβαίνειν τοῖς πίπτουσιν. Ὑμεῖς δὲ, εἰ μὲν δέχοισθε τοὺς ἐμοὺς λόγους, τοῦτο ἄμεινον ἀμφοτέροις· εἰ δὲ διαπτύοιτε καὶ ἀποπέμποισθε, νικῶντος τοῦ πάθους τὸν λογισμὸν, ἐμοὶ μὲν ἱκανῶς ἀφωσίωται καὶ τὰ πρὸς Θεὸν, καὶ τὰ πρὸς ἀνθρώπους· οὐδὲν γὰρ,