6
γυμνὰ τῶν καλῶν καρπούμενος; ἄλλην ἀπαίτει μ', ἣν θέλεις, εὐψυχίαν, τὴν δὲ πρότεινε τοῖς ἐμοῦ σοφωτέροις. Τοιαῦτ' Ἀθῆναι καὶ πόνοι κοινοὶ λόγων, ὁμόστεγός τε καὶ συνέστιος βίος, νοῦς εἷς ἐν ἀμφοῖν, οὐ δύω, θαῦμ' Ἑλλάδος· καὶ δεξιαί, κόσμον μὲν ὡς πόρρω βαλεῖν, αὐτοὺς δὲ κοινὸν τῷ θεῷ ζῆσαι βίον λόγους τε δοῦναι τῷ μόνῳ σοφῷ λόγῳ. διεσκέδασται πάντα, ἔρριπται χαμαί, αὖραι φέρουσι τὰς παλαιὰς ἐλπίδας. ποῦ τις πλανηθῇ; θῆρες, οὐ δέξεσθέ με, παρ' οἷς τὸ πιστὸν πλεῖον, ὡς γ' ἐμοὶ δοκεῖ; Ἔσχεν μὲν οὕτω ταῦτα, συντόμως φράσαι. ἐπεὶ δ' ἐκάμφθην, οὐ φρόνημ', ἀλλ' αὐχένα- τί φῶ; πόθεν δὲ τὴν ἐμὴν ὠδῖνά σοι πᾶσαν παραστήσαιμι; κέντρα μοι πάλιν, πάλιν φυγάς τις καὶ δρομαῖος εἰς ὄρος κλέπτων φίλην δίαιταν, ἐντρύφημ' ἐμόν. τί μοι τὸ κέρδος; οὐ γὰρ εὔτονος φυγάς ἦν, ὡς ἔοικε. πάντα δ' εἰδὼς καρτερεῖν ἓν τοῦτ' ἀγεννής· πατρὸς οὐ φέρω χόλον. πρῶτον μὲν οὖν ἀγῶνα ποιεῖται πατήρ ἐνιδρῦσαί με Σασίμοις· ὡς δ' ἠσθένει, ὁ δεύτερος πλοῦς ἀλλὰ μὴ κάτω μένειν, αὐτῷ δὲ συμπονοῦντα (καὶ γὰρ ἦν βαρύς ταῖς σαρξὶν ἤδη) συνελαφρίζειν πόνους, χεῖρας προτείνων, τῆσδε τῆς γενειάδος ἁπτόμενος, οἵοις πρός με χρώμενος λόγοις. «Πατήρ σε λίσσεθ', υἱέων ὦ φίλτατε, πατὴρ ὁ πρέσβυς τὸν νέον, τὸν οἰκέτην ὁ δεσπότης φύσει τε καὶ διπλῷ νόμῳ. οὐ χρυσὸν αἰτῶ σ', οὐ λίθους οὐδ' ἄργυρον, οὐ γῆς ἀρούρας, τέκνον, οὐδ' ὅσα τρυφῆς. ζητῶ σ' Ἀαρὼν καὶ Σαμουὴλ πλησίον θεῖναι θεῷ τε τίμιον παραστάτην. ὁ δοὺς ἔχει σε· τέκνον, μή μ' ἀτιμάσῃς, ὡς ἵλεώ γε τοῦ μόνου τύχοις πατρός. καλὸν τὸ αἴτημ', εἰ δὲ μή γε, πατρικόν. οὔπω τοσοῦτον ἐκμεμέτρηκας βίον, ὅσος διῆλθε θυσιῶν ἐμοὶ χρόνος. δὸς τὴν χάριν, δός-ἢ τάφῳ μ' ἄλλος δότω. ταύτην ὁρίζω τῆς ἀπειθείας δίκην. δὸς τὰς βραχείας ἡμέρας τῷ λειψάνῳ. τὰ δ' εἰσέπειτα σοὶ φίλως βουλευτέα.» Ἐπεὶ δ' ἤκουσα ταῦτα καὶ ψυχὴ βάρους μικρὸν διέσχεν ὥσπερ ἥλιος νέφους- τί γίνεται; ποῖ τἀμὰ καταστρέφει πάθη; ἐνουθέτησ' ἐμαυτόν, ὡς οὐδὲν βλάβος ἕως καθέδρας πατρὸς ἐκπλῆσαι πόθον. «οὐ γὰρ καθέξει τοῦτ'», ἔφην, «ἄκοντά με, ὃν οὔτε κήρυγμ' οὔθ' ὑπόσχεσις κρατεῖ.» οὕτως ἀνήγαγέν με νικήσας φόβος.
Ἐπεὶ δ' ὑπεξῆλθον μὲν οἱ γονεῖς βίου κλῆρον λαχόντες, εἰς ὃν ἔσπευδον πάλαι, ἐγὼ δ' ἐλείφθην οὐ καλῶς ἐλεύθερος, τῆς μὲν δοθείσης οὐδ' ὅλως ἐκκλησίας προσηψάμην, οὐδ' ὅσσον λατρείαν μίαν θεῷ προσενεγκεῖν ἢ συνεύξασθαι λεῴ ἢ χεῖρα θεῖναι κληρικῶν ἑνί γέ τῳ· τῆς πατρικῆς δέ-καὶ γὰρ οὐκ ἀνίεσαν ὁρκοῦντες, ἐμπίπτοντες εὐλαβῶν τινες, πολλῶν ἀτελέστων μηνύοντες ἐξόδους- χρόνον βραχὺν μὲν ὡς ξένος ἀλλοτρίας ἔσχον τιν' ἐπιμέλειαν, οὐκ ἀρνήσομαι, τοῦτ' αὐτὸ φάσκων τοῖς ἐπισκόποις ἀεί αἰτῶν τε δῶρον ἐκ βάθους τῆς καρδίας, στῆσαί τιν' ἄνδρα τῷ πτολίσματι σκοπόν, λέγων ἀληθῆ, ἓν μέν, ὡς οὔπω τινά εἰληφὸς εἴη γνωρίμῳ κηρύγματι, τὸ δεύτερον δέ, ὡς πάλαι δεδογμένον εἴη φυγεῖν με καὶ φίλους καὶ πράγματα. Ὡς δ' οὐκ ἔπειθον τοὺς μὲν ἐκ πολλοῦ πόθου κρατεῖν θέλοντας, τοὺς δ' ἴσως ὑπέρφρονας, πρῶτον μὲν ἦλθον εἰς Σελεύκειαν φυγάς, τὸν παρθενῶνα τῆς ἀοιδίμου κόρης Θέκλας· «τάχ' ἂν πεισθεῖεν ἀλλ' οὕτω», λέγων, «χρόνῳ καμόντες ἡνίας δοῦναί τινι.» καί μοι διῆλθεν οὐ βραχὺς τῇδε χρόνος. Ἐπεὶ δ' ἐπιστὰς τοῖς ἐμοῖς αὖθις κακοῖς, ὧν μὲν ἐνόμιζον, εὗρον οὐδὲ ἓν καλῶν, ὧν δ' ἐκπεφεύγειν πραγμάτων, πολὺ στῖφος, ὑπερφανέντων ὥσπερ ἐκ προθεσμίας, ἐνταῦθα δή μοι τοῦ λόγου τὸ σύντονον. ἐρῶ δ', ἃ λέξω, καίπερ εὖ ἐγνωκόσιν, ἵν' ἡμᾶς οὐκ ἔχοντες ἀλλὰ τὸν λόγον ἔχητε τοῦτον, τῆς ἀνίας φάρμακον, ἐχθροῖς ὄνειδος, μαρτυρίαν δὲ τοῖς φίλοις ὧν ἠδικήμεθ' οὐδὲν ἠδικηκότες. ∆ύω μὲν οὐ δέδωκεν ἡλίους φύσις, δισσὰς δὲ Ῥώμας, τῆς ὅλης οἰκουμένης λαμπτῆρας, ἀρχαῖόν τε καὶ νέον κράτος, τοσοῦτο διαφέροντε ἀλλήλων, ὅσον τὴν μὲν προλάμπειν ἡλίου, τὴν δ' ἑσπέρας, κάλλει δὲ κάλλος ἀντανίσχειν συζύγως. τούτων δὲ πίστιν ἡ μὲν ἦν ἐκ πλείονος καὶ νῦν ἔτ' ἐστὶν εὔδρομος, τὴν ἑσπέραν πᾶσαν δέουσα τῷ σωτηρίῳ λόγῳ, καθὼς δίκαιον τὴν