6
ἀπαραίτητος, ἤ τι τῶν ὅσα ταχίστην ποιεῖ τὴν μετάστασιν, καὶ βοηθείας ἰσχυροτέραν.
ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρίσματι καὶ τῷ Πνεύματι, ὡς ὁ Ἰσραὴλ πάλαι τῷ νυκτερινῷ καὶ φυλακτικῷ τῶν πρωτοτό κων αἵματι· τί σοι συμβήσεται, καὶ τί σοι πε πραγμάτευται; Τῶν Παροιμιῶν ἄκουσον· Ἐὰν γὰρ κάθῃ, φησὶν, ἄφοβος ἔσῃ· Ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις. Καὶ παρὰ τοῦ ∆αβὶδ εὐαγγελίσθη τι· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. Τοῦ τό σοι καὶ ζῶντι μέγιστον εἰς ἀσφάλειαν. Πρόβατον γὰρ ἐσφραγισμένον οὐ ῥᾳδίως ἐπιβουλεύεται, τὸ δὲ ἀσήμαντον κλέπταις εὐάλωτον· καὶ ἀπελθόντι δεξιὸν ἐντάφιον, ἐσθῆτος λαμπρότερον, χρυσοῦ τιμιώτερον, τάφου μεγαλοπρεπέστερον, ἀγόνων χοῶν εὐσεβέστε ρον, ἀπαργμάτων ὡρίων καιριώτερον, ὧν τοῖς νεκροῖς οἱ νεκροὶ χαρίζονται, νόμον ποιησάμενοι τὴν συνήθειαν. Πάντα οἰχέσθω σοι, πάντα διαρπαζέσθω, χρήματα, κτήματα, θρόνοι, λαμπρότητες, ὅσα τῆς κάτω περιφορᾶς· σὺ δὲ κατάλυσον ἐν ἀσφαλείᾳ τὸν βίον, μηδὲν ζημιωθεὶς τῶν ἐκ Θεοῦ σοι δοθέν των εἰς σωτηρίαν βοηθημάτων.
Ιςʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων; Τί δαί; Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύ σῃς, καὶ τὸ μέγιστον ὧν ἔχεις, ἀφαιρεθῇς Χριστόν; Ἆρ' οὖν διὰ τοῦτο φεύξῃ καὶ τὸ γενέσθαι Χριστια νός; Ἄπαγε! Οὐχ ὑγιαίνοντος ὁ φόβος, παραφρο νοῦντος ὁ λογισμός. Ὢ τῆς ἀνευλαβοῦς εὐλαβείας, εἰ δεῖ τοῦτο εἰπεῖν! ὢ τῶν τοῦ πονηροῦ σοφισμάτων! Ὄντως σκότος ἐστὶ, καὶ φῶς ὑποκρίνεται. Ὅταν μηδὲν ἰσχύσῃ φανερῶς πολεμῶν, ἀφανῶς ἐπιβουλεύει. 36.380 Καὶ γίνεται σύμβουλος ὡς χρηστὸς, ὢν πονηρός· ἵν' ἑνί γε τῷ τρόπῳ πάντως ἰσχύσῃ, καὶ μηδαμόθεν αὐτοῦ τὴν ἐπιβουλὴν διαφύγωμεν. Ὅπερ οὖν κἀνταῦ θα σαφῶς τεχνάζεται. Τὸ γὰρ φανερῶς καταφρονεῖν τοῦ βαπτίσματος πείθειν οὐκ ἔχων, ζημιοῖ σε διὰ τῆς πλαστῆς ἀσφαλείας, ἵν' ὃ φοβῇ γε, τοῦτο λάθῃς παθὼν διὰ τοῦ φόβου· καὶ τὸ φθεῖραι τὴν δωρεὰν δε δοικὼς, αὐτῷ τούτῳ τῆς δωρεᾶς ἐκπέσῃς. Ὁ μὲν οὖν τοιοῦτός ἐστι, καὶ οὔποτε παύσεται τῆς ἑαυτοῦ δι πλόης, ἕως ἂν βλέπῃ πρὸς οὐρανὸν ἐπειγομένους ἡμᾶς, ὅθεν αὐτὸς ἐκπέπτωκεν. Σὺ δὲ, ὦ ἄνθρω πε τοῦ Θεοῦ, γνῶθι τὴν ἐπιβουλὴν τοῦ ἀντικειμένου. Πρὸς γὰρ τὸν ἔχοντα, καὶ ὑπὲρ τῶν μεγίστων, ἡ μάχη. Μὴ λάβῃς σύμβουλον τὸν ἐχθρόν· μὴ καταφρονήσῃς τοῦ ἀκοῦσαι καὶ γενέσθαι πιστός. Ἕως εἶ κατηχούμενος, ἐν προθύροις εἶ τῆς εὐσε βείας. Εἴσω γενέσθαι σε δεῖ, τὴν αὐλὴν διαβῆναι, τὰ ἅγια κατοπτεῦσαι, εἰς τὰ Ἅγια τῶν ἁγίων παρα κύψαι, μετὰ τῆς Τριάδος γενέσθαι. Μεγάλα ἐστὶν ὑπὲρ ὧν πολεμῇ· μεγάλης δεῖ σοι καὶ τῆς ἀσφα λείας. Προβαλοῦ τὸν θυρεὸν τῆς πίστεως. Φοβεῖταί σε μετὰ τοῦ ὅπλου μαχόμενον· καὶ διὰ τοῦτο γυ μνοῖ σε τοῦ χαρίσματος, ἵνα κρατήσῃ ῥᾷόν σου ἀόπλου καὶ ἀφυλάκτου. Πάσης ἡλικίας ἅπτεται, πάσης ἰδέας βίου. ∆ιὰ πάντων ἀποκρουσθήτω.
ΙΖʹ. Νέος εἶ; Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπόλαυσον· ἀλλὰ μὴ ἀνάσχῃ μαρανθῆναί σου τὴν νεότητα, τῷ ἀτελεῖ τῆς πίστεως νεκρωθεῖσαν. Γηραιὸς εἶ, καὶ τῆς ἀναγκαίας ἐγγὺς προθεσμίας; τὴν πολιὰν αἰδέσθητι· δὸς ἣν ἀπαιτῇ φρόνησιν, ἀνθ' ἧς νῦν ἔχεις ἀσθε νείας· ταῖς ὀλίγαις ἡμέραις βοήθησον· πίστευσον τῷ γήρᾳ τὴν κάθαρσιν. Τί φοβῇ τὰ νεότητος ἐν βαθεῖ γήρᾳ, καὶ ταῖς ἐσχάταις ἀναπνοαῖς; Ἢ καὶ σὺ μέ νεις, νεκρὸς λουθῆναι, οὐ μᾶλλον ἐλεούμενος, ἢ μι σούμενος; Ἢ ποθεῖς τῶν ἡδονῶν τὰ λείψανα, βίου λείψανον ὤν; Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι, μὴ παρακμάσαι δὲ τὴν