1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

κατάρτισον· αὐτὸς ἡμῖν τῆς σῆς λα τρείας τὴν μνήμην διάσωσον. Αὐτὸς τὸ Πνεῦμά σου 36.713 τὸ πανάγιον κατάπεμψον, ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ ἁγιάσῃ καὶ μεταποιήσῃ τὰ προκείμενα, τίμια καὶ ἅγια δῶρα ταῦτα, εἰς αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τῆς ἡμετέρας ἀπολυτρώσεως.

Ὁ λαὸς λέγει. Πρόσχωμεν. Ὁ διάκονος λέγει. Ἀμήν. Ὁ ἱερεὺς ἐκφωνήσει. Καὶ ποιήσει τὸν μὲν ἄρ τον τοῦτον* γένηται εἰς τὸ ἅγιον

σῶμά σου, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβά νουσιν.

Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιόν σου αἷμα, τὸ τῆς καινῆς

διαθήκης σου, τοῦ Κυρίου δὲ, καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.

Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει καὶ ὁ λαὸς ἀποκρίνεται τὸ, Κύριε ἐλέησον. Σὲ δυσωποῦμεν,

Χριστὲ ὁ Θεὸς ἡμῶν. Τῆς Ἐκκλησίας σου, Κύριε, τὴν κρηπῖδα κατά πηξον. Τῆς ἀγάπης ἡμῖν τὴν ὁμόνοιαν ῥίζωσον. Τῆς πίστεως τὴν ἀλήθειαν αὔξησον. Τῆς σῆς εὐσεβείας ἡμῖν τὴν ὁδὸν εὐθυτόμη σον. Τοὺς ποιμένας ὀχύρωσον. Τοὺς ποιμαινομένους ἀσφάλισαι. ∆ὸς τῷ κλήρῳ τὴν εὐκοσμίαν. Τοῖς μοναχοῖς τὴν ἐγκράτειαν. Τοῖς ἐν παρθενίᾳ τὸ σωφρονεῖν. Τοῖς ἐν σεμνῷ γάμῳ τὴν εὐζωΐαν. Τοῖς ἐν μετανοίᾳ τὸ ἔλεος. Τοῖς πλουτοῦσι τὴν ἀγαθότητα. Τοῖς πενομένοις τὴν ἐπικουρίαν. Τοῖς πτωχοῖς τὴν βοήθειαν. Τοὺς πρεσβύτας περίζωσον. Τοὺς νέους σωφρόνισον. Τοὺς ἀπίστους ἐπίστρεψον. Παῦσον τῆς Ἐκκλησίας τὰ σχίσματα. Τῶν αἱρέσεων κατάλυσον τὰ φρυάγματα. Πάντας ἡμᾶς πρὸς τὴν τῆς σῆς εὐσεβείας ὁμό νοιαν σύναψον.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῆς εἰρήνης τῆς ἁγίας, μόνης, καθολικῆς,

καὶ ἀποστολικῆς σου Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ τῶν ἐν αὐτῇ ὀρθοδόξων ἐπισκόπων, τῶν ὀρθοτομησάντων τὸν λόγον τῆς ἀληθείας.

Ἐκφωνήσει. Ἐξαιρέτως τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιερέως ἡμῶν ἄββα ∆ʹ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, καὶ ὑπὲρ τῶν περιόν των ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ἀναγνωστῶν, ψαλτῶν, ἐξορκιστῶν, μοναζόντων, ἀειπαρθέ 36.716 νων, ἐγκρατῶν, χηρῶν, ὀρφανῶν, λαϊκῶν, καὶ ὑπὲρ παντὸς τοῦ πληρώματος, τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας τῶν πιστῶν.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῶν εὐσεβῶς βασιλευσάντων. Μνήσθητι,

Κύριε, τῶν ἐν τῷ παλατίῳ, ἡμῶν ἀδελ φῶν πιστῶν, καὶ ὀρθοδόξων, καὶ παντὸς τοῦ στρα τοπέδου. Μνήσθητι, Κύριε, τῶν προσφερόντων τὰ ἅγια δῶρα ταῦτα, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν προσεκόμισαν, καὶ μισθὸν οὐράνιον παράσχου πᾶσιν αὐτοῖς. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ τῶν ἐν αἰχμαλωσίαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ εἰρηνικὰς ἀποκαταστάσεις εἰς τὰ ἴδια χάρισαι.

Ὁ διάκονος λέγει. Προσεύξασθε ὑπὲρ τῶν αἰ χμαλώτων. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Τότε κλίνει ἱερεὺς τὴν ἑαυτοῦ κεφαλὴν λέγων

καθ' ἑαυτὸν ἐν ἑαυτῷ. Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ἀθλίας καὶ τα λαιπώρου