1

 2

 3

 4

 5

 6

6

μεθυόντων, ἡ δὲ ἐπὶ τῷ λιμῷ τῶν ἐλαθέντων πτωχῶν. Ταῦτα εἰ ἐποπτεύει ὁ θεός, ὥσπερ οὖν ἐφορᾷ, τίνα τοῦ βίου τὴν καταστροφὴν ἐννοεῖτε οἱ μισόπτωχοι; εἴπατε· ἢ οὐκ ἴστε, ὅτι πάντα τὰ φρικώδη καὶ φοβερὰ ὑποδείγματα τῶν τοιούτων χάριν τὸ ἱερὸν εὐαγγέλιον ἐκβοᾷ καὶ μαρτύρεται; καὶ ἀναγέγραπται μὲν βαρέα βρυχόμενος καὶ στένων ὁ ἐν τῇ βύσσῳ τραφεὶς καὶ ἐν τῇ ἀβύσσῳ τῶν κακῶν συνεχό 9.107 μενος· ἄλλος δὲ πάλιν ὁμότροπος τούτου κατεδικάσθη θάνατον ἀπροσδόκητον, ἐν τῇ ἑσπέρᾳ τὴν ἑωθινὴν τρυφὴν βουλευόμενος καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα. μὴ θνητοὶ τὴν πίστιν καὶ ἀθάνατοι τὴν ἀπόλαυσιν· οὕτως γὰρ ἔχομεν γνώμης οἱ τὰ πάντα θέλοντες τῇ τῆς σαρκὸς κολακείᾳ χαρίζεσθαι, ὡς ἀδιάδοχοι οἰκοδεσπόται, ὡς διηνεκεῖς τῶν ἐπὶ γῆς κύριοι, ἐν τῷ θέρει τὴν σπορὰν μεριμνῶντες καὶ ἐν τῇ σπορᾷ τὴν τοῦ θέρους θυμηδίαν ἐλπίζοντες· φυτεύοντες τὴν πλάτανον καὶ τοῦ ὑψηλοῦ δένδρου τὴν σκιὰν ἐλπίζοντες· καταπηγνύντες τὸν πυρῆνα τοῦ φοίνικος καὶ τὴν γλυκύτητα τῶν καρπῶν ἀναμένοντες· καὶ ταῦτα πολλάκις ἐν πολιᾷ, ὅτε τὸ μετόπωρον τῆς ἡλικίας ἐνέστηκεν, ὅτε ἐγγὺς ὁ τοῦ θανάτου χειμών, λείπουσι δὲ τῇ ζωῇ οὐ κύκλος ἐνιαυτῶν, ἀλλὰ τρεῖς ἢ τέτταρες ἡμέραι. Λογισώμεθα τοίνυν οἱ λογικοί, ὅτι παροδικὸς ὁ βίος ἡμῶν καὶ ῥέων ὁ χρόνος ἄστατός τε καὶ ἄσχετος, ὥσπερ τι ῥεῦμα ποταμοῦ, πᾶν τὸ ἐν αὐτῷ τυγχάνον ἐλαύνων πρὸς τὸ τῆς φθορᾶς τέλος· καὶ εἴθε, βραχὺς ὢν καὶ ἐπίκηρος, ὑπῆρχεν ἀνεύθυνος. τοῦτο δέ ἐστι τὸ ἐπικίνδυνον, τὸ ἑκάστης ὥρας, οὐ μὴν ἀλλὰ καὶ τῶν λόγων, ὧν φθεγγόμεθα, τῷ ἀδεκάστῳ δικαστηρίῳ τὴν ἀπολογίαν ὀφείλειν. διὸ καὶ ὁ μακάριος ψαλμῳδὸς πρὸς ὁμοίαν τῶν νῦν λεγομένων ἔννοιαν ἑαυτὸν ἀναφέρων ἐπιθυμεῖ γνῶναι τοῦ ἰδίου τέλους τὴν προθεσμίαν. ἐκλιπαρεῖ δὲ τὸν θεὸν τῶν ἐπιλοίπων ἡμερῶν διδαχθῆναι 9.108 τὸν ἀριθμόν, ἵνα πρὸς τὰ ἔργα τῆς ἐξόδου παρασκευάσηται, μὴ ταραχθῇ δὲ ἀθρόον ὡς ἀνέτοιμος ὁδοιπόρος μεταξὺ βαδίζων καὶ τὰ ἀναγκαῖα τῶν ἐφοδίων περιζητῶν. φησὶ γοῦν οὕτως· Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ ἐγώ. ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου. βλέπε ψυχῆς ἀγαθῆς μέριμναν συνετήν, καὶ ταῦτα ἐν βασιλικῷ ἀξιώματι. ἐνοπτρίζεται γὰρ τὸν βασιλέα τῶν βασιλέων καὶ τὸν κριτὴν τῶν κριτῶν καὶ ζητεῖ τὸν τέλειον κόσμον τῶν ἐντολῶν κομισάμενος ἀπελθεῖν ἄρτιος καὶ ἀνελλιπὴς τῆς ζωῆς τῆς ἐκεῖσε πολίτης, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.