1

 2

 3

 4

 5

 6

6

κριτήριον, τρέμων τῶν εὐθυνῶν τὸν καιρόν. Ἦλθεν ἀθρόον βασιλέως φιλανθρωπία, ἤνοιξε τὸ δεσμωτήριον, ἀφῆκε τοὺς πονηρούς. Ὁ μὲν δοὺς τὴν χάριν, ὑμνείσθω καὶ προσκυνείσθω, ὡς ἀγαθότητος περιουσίᾳ σώσας τοὺς τὴν ζωὴν οὐκ ἐλπίζοντας· ὁ δὲ γνωριζέτω ἑαυτὸν, ἐν ταπεινότητι διαγέτω· μὴ ὡς κατορθώσας τι διακείσθω, ἐπειδὴ τῶν δεσμῶν ἐλύθη. Ἄφεσις γὰρ ἐγκλημάτων τὸν ἔλεον προσμαρτυρεῖ τῷ συγχωρήσαντι, οὐ μὴν εὐδοκιμήσειν τῷ ἀφεθέντι. Ὁ λαβὼν τὸ τῆς παλιγγενεσίας λουτρὸν, ὅμοιος στρατιώτῃ νέῳ ὑπόγυιον ἐναριθμηθέντι τοῖς ὁπλιτικοῖς καταλόγοις, μηδέπω δὲ μηδὲν ἐπιδεδειγμένῳ στρατιωτικὸν ἢ γενναῖον. Ὥσπερ οὖν ἐκεῖνος ἀνελόμενος τὴν ζώνην, καὶ τὴν χλανίδα ἐμπορπησάμενος, οὐκ εὐθὺς ἑαυτὸν ἀριστέα νομίζει, οὐδὲ προσιὼν μετὰ παῤῥησίας τῷ βασιλεῖ ὡς γνώριμος διαλέγεται, οὐδὲ χάριτας αἰτεῖ τὰς τῶν καμόντων καὶ πονεσάντων· οὕτως μηδὲ σὺ τυχὼν τῆς χάριτος, οἴου τοῖς δικαίοις συζήσεσθαι, καὶ πρὸς τὸν ἐκείνων ἀχθήσεσθαι κλῆρον, ἂν μὴ πολλοὺς ὑπομείνῃς ὑπὲρ εὐσεβείας κινδύνους, καὶ πολεμήσῃς τῇ σαρκὶ, καὶ μετ' ἐκείνης τῷ διαβόλῳ, καὶ γενναίως ἀντισχῇς πρὸς πάντα τὰ τῶν πονηρῶν πνευμάτων τοξεύματα.

Μᾶλλον δὲ εἰ δοκεῖ αὐτὴν τὴν τοῦ Κυρίου φωνὴν τὴν μέλλουσαν ἐπὶ τῆς κοινῆς ἐκφέρεσθαι κρίσεως, λάβωμεν τοῦ προκειμένου διδάσκαλον. Τί γάρ φησι; «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» ∆ιὰ τί; Οὐχ ὅτι τὸ ἱμάτιον ἐνεδύσασθε τῆς ἀφθαρσίας, οὐδὲ ὅτι τὰς ἁμαρτίας ὑμῶν ἀπελούσασθε, ἀλλ' ἐπειδὴ κατωρθώσατε τὴν ἀγάπην. Καὶ εὐθὺς ὁ κατάλογος ὑποτέτακται τῶν τραφέντων, τῶν ποτισθέντων, τῶν ἐνδυθέντων. Καὶ εἰκότως ὁ ἀπαραλόγιστος κριτὴς οὕτως δικάζει. Ἡ χάρις μὲν γὰρ τοῦ ∆εσπότου δῶρον· ἡ δὲ πολιτεία, τοῦ τιμηθέντος κατόρθωμα. Χάριτος 46.432 δὲ ἧς ἔλαβεν οὐδεὶς μισθὸν ἀπαιτεῖ, ἀλλὰ τὸ ἐναντίον ὀφείλει. Καὶ διὰ τοῦτο, ὅταν τῷ βαπτίσματι φωτισθῶμεν, χρεωστοῦμεν τῷ εὐεργέτῃ τὴν εὔνοιαν. Εὔνοια δὲ ἡμετέρα πρὸς Θεὸν ἡ περὶ τοὺς ὁμοδούλους εὐγνωμοσύνη, ἡ σωτηρία ἡμῶν αὐτῶν, καὶ ἡ τῆς ἀρετῆς ἐπιμέλεια. Ἀπόθεσθε τοίνυν τὴν ματαίαν γνώμην, οἱ ἐντάφιον τηροῦντες τὸ βάπτισμα, εἰδότες, ὡς ἡ πίστις τὴν ἀδελφὴν ἑαυτῆς, τὴν ἀγαθὴν πολιτείαν ἐπιζητεῖ· ἧς ἀξιωθείημεν ἀγαθῇ προαιρέσει καὶ βοηθείᾳ Θεοῦ, ᾧ πρέπει προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.