1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

ὑφαιρεθέντων νοερόν τι καὶ ἄϋλον καὶ ἀναφὲς καὶ ἀσώματον καὶ ἀδιάστατον χρὴ πάντως νοεῖν τὸ λειπόμενον. εἰ τοίνυν τοιοῦτος ὁ χαρακτὴρ τοῦ ἀρχετύπου καταλαμβάνε, ἀκόλουθον πάντως κατὰ τὸ εἶδος ἐκεῖνο μεμορφωμένην 9.42 τὴν ψυχὴν διὰ τῶν αὐτῶν χαρακτήρων ἐπιγνωσθῆναι, ὥστε καὶ ταύτην ἄϋλόν τε εἶναι καὶ ἀειδῆ καὶ νοερὰν καὶ ἀσώ ματον. Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει προσεγγίζει ἡ ἀνθρωπίνη φύσις, ἐν τῷ διὰ σαρκὸς ζῆν ἢ ὅταν ἔξω ταύτης γενώμεθα. ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ ἡ σὰρξ ὑλώδης οὖσα τῇ ὑλικῇ ταύτῃ ζωῇ προσῳκείωται, οὕτω καὶ ἡ ψυχὴ τότε μετέχει τῆς νοερᾶς καὶ ἀΰλου ζωῆς, ὅταν τὴν περιέχουσαν αὐτὴν ὕλην ἀποτινάξη. τί οὖν ἐν τούτοις συμφορᾶς ἐστιν ἄξιον; εἰ μὲν γὰρ σῶμα ἦν τὸ ἀληθῶς ἀγαθὸν, δυσχεραίνειν ἡμᾶς ἔδει πρὸς τὴν τῆς σαρκὸς ἀλλοτρίωσιν ὡς ἐκπιπτόντων ἡμῶν ἐκείνου συναπο βαλλομένης πάντως μετὰ τοῦ σώματος καὶ τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος. ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ ὑπὲρ πᾶσαν ἔννοιαν ἀγαθὸν οὗ κατ' εἰκόνα γεγόναμεν, ἀκόλουθον ἂν εἴη πεπεῖσθαι, ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ ἀσώματον μεταβαίνωμεν, προσεγγίζειν ἐκείνῃ τῇ φύσει ἣ πάσης σωματικῆς παχυμερείας κεχώρισται, καὶ οἷόν τι προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιβολὴν ἐκδυομένους εἰς τὸ οἰκεῖον ἐπανιέναι κάλλος, ἐν ᾧ κατ' ἀρχὰς ἐμορφώθημεν κατ' εἰκόνα τοῦ ἀρχετύπου γενόμενοι. ἡ δὲ τοιαύτη διάνοια εὐφροσύνης οὐ κατηφείας γένοιτ' ἂν τοῖς λεγομένοις ὑπόθεσις, ὅτι τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ὁ ἄνθρωπος οὐκέτι ἐν ἀλλοτρίοις ζῇ ἀποδοὺς μὲν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ὃ παρ' αὐτῶν ἠρανίσατο, εἰς δὲ τὴν οἰκείαν αὐτῷ καὶ κατὰ φύσιν ἐπανελθὼν ἑστίαν τὴν καθαρὰν καὶ ἀσώματον. ξένη γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ 9.43 ἀσωμάτῳ φύσει ἡ τοῦ σώματος ὕλη, ᾗ κατ' ἀνάγκην ὁ νοῦς ἐν τῇ ζωῇ ταύτῃ συμπεπλεγμένος ἐνταλαιπωρεῖ τῷ ἀλλοφύλῳ βίῳ συνδιαιτώμενος. τῆς γὰρ τῶν στοιχείων πρὸς ἄλληλα συμπλοκῆς ὥσπερ τινῶν ἀλλογλώσσων τε καὶ ἀπεξενωμένων τοῖς ἤθεσιν ἀνθρώπων ἐκ διαφόρων ἐθνῶν ἕνα δῆμον ἀνα πληρούντων βεβιασμένη τε καὶ ἀσύμφωνος γίνεται ἡ κοινωνία, ἑκάστου πρὸς τὸ συγγενὲς καὶ οἰκεῖον ὑπὸ τῆς ἰδίας φύσεως ἀφελκομένου. ὁ δὲ νοῦς ὁ τούτοις ἐγκεκραμένος ἀσύνθετος ὢν ἐν ἁπλῇ τε καὶ μονοειδεῖ τῇ φύσει ἐν ξένοις καὶ ἀλλοτρίοις ζῇ ἀσύμφυλος ὢν τῷ περιέχοντι αὐτὸν ἐκ τῶν στοιχείων δήμῳ, ὃς τῇ πολυμερείᾳ τῇ σωματικῇ δι' ἀνάγκης τινὸς ἐνσπειράμενος τὴν ἑαυτοῦ φύσιν βιάζεται τοῖς ἀλλοφύλοις ἑνούμενος. τῶν δὲ στοιχείων πρὸς τὴν ἀπ' ἀλλήλων διάλυσιν φυσικῶς ἐπὶ τὸ συγγενές τε καὶ οἰκεῖον ἀφελκομένων ἀνιᾶται κατ' ἀνάγκην λυομένης τε καὶ σχιζομένης τῆς συμφυΐας ἡ αἴσθησις· συνανιᾶται δὲ τῇ αἰσθήσει τὸ διανοητι κὸν τῆς ψυχῆς πρὸς τὸ ἀεὶ λυποῦν ἐκ συνηθείας ἐπικλινόμενον. τότε οὖν ὁ νοῦς δυσφορῶν τε καὶ ἀνιώμενος παύεται, ὅταν ἔξω γένηται τῆς μάχης τῆς ἐν τῇ συμπλοκῇ τῶν ἀντιστοι χούντων συνισταμένης. ἐπειδὰν γὰρ ἢ τὸ ψυχρὸν ἡττηθῇ τοῦ θερμοῦ κατισχύσαντος ἢ τὸ ἔμπαλιν φύγῃ τὸν πλεονασμὸν τῆς ψύξεως ἡ θερμότης, τῷ τε ξηρῷ διὰ τῆς ἐπικρατήσεως τὸ ὑγρὸν ὑποχωρήσῃ ἢ διαλυθῇ τοῦ ξηροῦ τὸ πάγιον ἐν τῷ πλεονασμῷ τῆς ὑγρότητος-τότε τοῦ ἐν ἡμῖν πολέμου διὰ τοῦ θανάτου λυθέντος εἰρήνην ὁ νοῦς ἄγει καταλιπὼν 9.44 τὸ τῆς μάχης μεταίχμιον, τὸ σῶμα λέγω, καὶ τῆς τῶν στοιχείων πρὸς ἄλληλα παρατάξεως ἔξω γενόμενος καθ' ἑαυτὸν ζῇ πεπονηκυῖαν ἐν τῇ τοῦ σώματος συμπλοκῇ τὴν ἰσχὺν ἑαυτοῦ δι' ἡσυχίας ἀναλαμβάνων."2 Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα τοῖς ἐν τῷ σώματι ζῶσιν ὁ νοῦς διαλέγεται μονονουχὶ φωνὴν ἀφιεὶς ὅτι "1Ὦ ἄνθρωποι, οὔτε ἐν οἷς ἐστε ἀκριβῶς οἴδατε, καὶ εἰς ὅτι μεταχωρήσετε οὔπω ἐπίστασθε. τὸ μὲν γὰρ παρὸν οἷον τῇ φύσει ἐστὶν, οὔπω ἐξευρεῖν ὁ λόγος δεδύνηται, ἀλλὰ πρὸς μόνην τὴν τοῦ ζῆν συνήθειαν βλέπει μὴ δυνάμενος γνῶναι, τίς ἡ τοῦ σώματος φύσις τίς ἡ τῶν αἰσθήσεων δύναμις τίς ἡ τῶν ὀργανικῶν μελῶν διασκευὴ τίς ἡ τῶν σπλάγχνων οἰκονομία τίς ἡ αὐτοκίνητος τῶν νεύρων ἐνέργεια πῶς τῶν ἐν