6
ὁμοιότητα τοῦ Βαπτιστοῦ πόλιν τὴν ἔρημον γενέσθαι στενοχωρουμένην τοῖς ἐπιρρέουσιν. τὸ δὲ μὴ κάλαμον αὐτὸν εἶναι δι' εὐκολίας πρὸς τὰς ἐναντίας ὑπολή ψεις μετακλινόμενον δείκνυσι τὸ ἐν πᾶσι τοῖς παρὰ τὸν βίον κεκριμένοις αὐτῷ ἀμετάπτωτον. ἤρεσεν ἐξ ἀρχῆς ἡ ἀκτημοσύνη· πέτρα τις ἄσειστος ἡ κρίσις ἐγένετο· ἐπεθύμει διὰ καθαρότη τος προσεγγίζειν τῷ Θεῷ ὄρος ἦν ἡ ἐπιθυμία αὕτη, οὐ κάλα μος· οὐδέποτε γὰρ πρὸς τὰς ἀντιπνοίας τῶν πειρασμῶν ὑπεκλίνετο. τῆς δὲ πρὸς τὸν Θεὸν ἀγάπης τὸ πάγιον μόνου ἦν τοῦ Ἀποστόλου διὰ τῶν ἰδίων λόγων ἐνδείξασθαι, τῷ μήτε τὴν ζωήν, μήτε τὸν θάνατον, μὴ ἐνεστῶτα, μὴ μέλλοντα, μήτε τινὰ κτίσιν ἑτέραν δύνασθαι αὐτοῦ τὴν καρδίαν ἀπὸ τῆς πρὸς τὸν Θεὸν ἀγάπης παρώσασθαι.
14 Οὕτω καὶ ἐν πᾶσι τοῖς κατ' ἀρετὴν αὐτῷ κεκριμένοις οὐδα μῶς καλαμώδης τις ἦν καὶ ἀβέβαιος τὴν διάνοιαν, ἀλλὰ διὰ πάντων ὁ βίος εἶχε τὸ ἐν τοῖς καλοῖς ἀμετάπτωτον. παρρη σιάζεται πρὸς τὸν Ἡρώδην Ἰωάννης, καὶ οὗτος πρὸς Οὐάλεντα. ἀντεξετάσωμεν δὲ πρὸς ἄλληλα τῶν ἀνδρῶν τούτων τὰ ἀξιώ ματα. ὁ μὲν μέρους τινὸς τῆς Παλαιστίνης ψήφῳ Ῥωμαίων τὴν δυναστείαν κεκλήρωτο· τούτου δὲ τῆς ἀρχῆς ὅρος ἦν ὅλος μικροῦ δεῖν ὁ τοῦ ἡλίου δρόμος ἐκ τῶν τῆς Περσίδος ὅρων εἰς Βρεττανούς τε καὶ τὰ ἔσχατα τοῦ Ὠκεανοῦ παρατείνων. καὶ τῆς μὲν πρὸς τὸν Ἡρώδην παρρησίας ἦν ὁ σκοπός, μὴ παρανομεῖν κατὰ γυναίου τινὸς ἀλλὰ κολάζειν ἐφ' ἑαυτοῦ τὴν ἐπιθυμίαν ὡς ἀπειρημένην τῷ νόμῳ. ἡ δὲ πρὸς Οὐάλεντα τοῦ διδασκάλου παρρησία τίς ἦν; ἄσυλόν τε καὶ ἀμίαντον τὴν πίστιν ἐᾷν, ἧς ἡ παρανομία πάσης τῆς οἰκουμένης ἄγος ἐγίνετο. ἀντιτιθέτω τοίνυν ὁ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς τήν τε δυναστείαν τῇ δυναστείᾳ, καὶ τὸν σκοπὸν τῆς παρρησίας ταύτης πρὸς τὴν παρρησίαν ἐκείνην. ἐκεῖ μὲν γὰρ ἐν τῷ σώματι τοῦ Ἡρώδου τὸ ἄγος περιωρίζετο· ἐνταῦθα δὲ πάσης ἦν ἀδικία τῆς ἀνθρωπίνης φύσεως, ἡ παρανομία τῆς πίστεως. ἐκεῖνος μέχρι θανάτου ἐμμένει τῇ παρρησίᾳ· καὶ τούτῳ πέρας τῆς παρρησίας ἐξορία γίνεται, τοῦτο τοῦ βασιλέως ἀντὶ τῆς ἐπιθανατίου ψήφου καταδικάσαντος. ἀλλὰ καὶ Ἰωάννης ἀποθανὼν ζῇν ἐπιστεύετο· καὶ Βασιλείῳ παρ' αὐτῶν τῶν ἐχθρῶν ἡ τῆς ἐξορίας ἀναλύεται ψῆφος, οὐδὲν διὰ τῆς ἀπειλῆς μαλακισθέντι περὶ τὴν ἔνστασιν.
15 Ἆρα τολμήσαιμεν καὶ ἐπὶ τὸν ὑψηλὸν Ἠλίαν ἀναβῆναι τῷ λόγῳ, καὶ δεῖξαι τὸν καθ' ἡμᾶς διδάσκαλον πρὸς τὴν ἐκείνου χάριν τῷ βίῳ τῷ καθ' ἑαυτὸν ὁμοιούμενον; ἀλλὰ τὴν μὲν ἐπὶ τοῦ φλογίνου ἅρματος διφρείαν καὶ τὴν τῶν πυρίνων ἡνιόχησιν ἵππων καὶ τὴν πρὸς τὸ ὑπερκείμενον τῆς ἄνω λήξεως μεταχώρησιν μηδεὶς ἀπαιτείτω τὴν ἀνθρωπίνην φύσιν. οὐδὲ γὰρ ἐκεῖνος ἐν τοῖς ὅροις μένων τῆς φύσεως ἀπαθὴς ἐν τῷ πυρὶ διεσώζετο, πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον θείᾳ δυνάμει μετασκευάζων τὸ ἐμβριθές τε καὶ γήϊνον, μήθ' ὅτι τὸν ἑαυτοῦ λόγον οἷόν τινα κλεῖν ἐποιεῖτο τῆς ἐξ οὐρανοῦ χορηγίας, ἀνιείς τε ὅτε βούλοιτο καὶ ἀποκλείων πάλιν κατ' ἐξουσίαν ὅτε τοῦτο πράττειν ἄμεινον ᾤετο. ἀλλὰ καὶ τὸ εἰς πολὺν αὐτὸν διαρκέσαι χρόνον ἀπόσιτον, μιᾷ τροφῇ τοῦ ἐγκρυφίου ἐκείνου ὀλυρίτου ἐν ὁμοίῳ τὴν δύναμιν αὐτοῦ διασώζοντα μέχρις ἡμερῶν τεσσαράκοντα, παρείσθω καὶ τοῦτο ὡς μεῖζον ἢ κατὰ ἄνθρωπον. ἄπορος γὰρ τῇ ἀνθρωπίνῃ φύσει τῶν ὑπὲρ φύσιν ἡ μίμησις. σιγάσθω δὲ μετὰ τούτων ὅ τε βραχὺς ἐκεῖνος τοῦ ἀλεύρου κέραμος καὶ ὁ τοῦ ἐλαίου καμψάκης· διαρκῶν ἑκάτερος πρὸς τὴν χρείαν ἐν τῇ τῆς τροφῆς χορηγίᾳ, καὶ παντὶ τοῦ λιμοῦ τῷ χρόνῳ συμπαρατείνων τὴν χάριν εἰς ἔτη τρία καὶ μῆνας ἕξ. τὰ γὰρ τῆς ἄνωθεν ἐνεργείας θαύματα ἰδιά ζουσαν ἐπὶ τῶν ἔργων ἔχει τὴν δύναμιν. καὶ οὐκ ἄν τις εὐλόγως ἀνθρωπίνῃ φύσει τὰς τοιαύτας θαυματοποιίας λογίσαιτο.
16 Τίνα οὖν ἐστιν ὅσα τοῦ διδασκάλου ἡμῶν πρὸς τὰ ἐν τῷ προφήτῃ θεωρούμενα τὴν κοινωνίαν ἔχει; ζῆλος πίστεως, δυσμένεια κατὰ τῶν ἀθετούντων, ἀγάπη πρὸς τὸν Θεόν, ἐπιθυμία τοῦ ὄντως ὄντος πρὸς οὐδὲν τῶν ὑλικῶν