6
ὡς μηδενὸς καθηγουμένου διὰ πάσης ἀκριβείας ἑκάστου τὴν ἐπιστήμην κατωρθωκέναι, ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς ἡ μάθησις παραγίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν τῶν λόγων ἀσχολίας ὑπεριδών, ἱκανὴν δὲ διδάσκαλον παντὸς ἀγαθοῦ μαθήματος τὴν φύσιν ἔχων ἀεί τε πρὸς τὴν ἀδελφὴν βλέπων καὶ σκοπὸν ἀγαθοῦ παντὸς ἐκείνην ποιούμενος εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς, ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασι λείου δοκεῖν ἔχειν ἐν τοῖς κατ' ἀρετὴν προτερήμασιν. Ταῦτα μὲν ἐν τῷ μετὰ ταῦτα βίῳ· τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελ φῇ καὶ τῇ μητρὶ συνεργῶν αὐταῖς πρὸς τὴν ἀγγελικὴν ἐκείνην ζωήν. Ὅς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας πρὸς τὴν ἐσχατιάν, ἐν ᾗ κατῴκουν, ἐπιρρεόντων τοσοῦτον δι' ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν, ὡς τῷ πλήθει τῶν ἐπι φοιτώντων πόλιν εἶναι τὴν ἐρημίαν δοκεῖν.
13 Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τῆς εὐλογίας ἱστορῆσαι φωνήν, ᾗ ἐπὶ τῶν τέκνων ἐχρήσατο, τῶν τε μὴ παρόντων ἑκάστου κατὰ τὸ πρόσφορον ἐπιμνησθεῖσα, ὡς μηδένα γενέσθαι τῆς εὐλογίας ἀπόκληρον, καὶ δια φερόντως τοὺς παρόντας αὐτῇ τῷ θεῷ διὰ προσευχῆς παραθεμένη. Παρακαθημένων γὰρ αὐτῇ κατὰ τὸ πλάγιον ἐφ' ἑκάτερα τῆς κλίνης τῶν δύο τούτων ἑκατέρᾳ χειρὶ ἐφαψαμένη τῶν τέκνων ταῦτα πρὸς τὸν θεὸν εἶπεν ἐν τε λευταίαις φωναῖς· «Σοί, κύριε, καὶ ἀπάρχομαι καὶ ἀπο δεκατῶ τὸν καρπὸν τῶν ὠδίνων. Ἀπαρχή μοι ἡ πρωτότοκος αὕτη καὶ ἐπιδέκατος οὗτος, ἡ τελευταία ὠδίς. Σοὶ δὲ ἀφιέ ρωται παρὰ τοῦ νόμου ἀμφότερα καὶ σά ἐστιν ἀναθήματα. Οὐκοῦν ἔλθοι ὁ ἁγιασμὸς ἐπί τε τὴν ἀπαρχήν μου ταύτην καὶ ἐπὶ τὸ ἐπιδέκατον τοῦτο», δείξασα ταῖς δεικτικαῖς φωναῖς τὴν θυγατέρα καὶ τὸν παῖδα. Ἡ μὲν οὖν τοῦ εὐλογεῖν παυσαμένη καὶ τοῦ ζῆν ἐπαύσατο, τοῖς παισὶν ἐπισκήψασα τὸ τῇ πατρῴᾳ σορῷ καὶ τὸ ἐκείνης ἐναποθέσθαι σῶμα. Οἱ δὲ πληρώσαντες τὸ διατεταγμένον ὑψηλότερον εἴχοντο τῆς φιλοσοφίας, ἀεὶ πρὸς τὸν ἴδιον διαμιλλώμενοι βίον καὶ τὰ φθάσαντα τῶν κατορθωμάτων τοῖς ἐφεξῆς ἀπο κρύπτοντες.
14 Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης· ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸν ἄγει ταῖς μυστικαῖς ἑαυτοῦ ἱερουργίαις ἀφιερώσας. Καὶ ἐν τούτῳ πάλιν αὐτοῖς ἐπὶ τὸ σεμνότερόν τε καὶ ἁγιώτερον προῄει ὁ βίος τῇ ἱερωσύνῃ τῆς φιλοσοφίας ἐπαυξηθείσης. Ὀκτὼ δὲ μετὰ τοῦτο διαγενομένων ἐτῶν τῷ ἐνάτῳ ἐνιαυ τῷ ὁ κατὰ πᾶσαν τὴν οἰκουμένην ὀνομαστὸς Βασίλειος ἐξ ἀνθρώπων πρὸς τὸν θεὸν μετοικίζεται κοινὴ πένθους ἀφορμὴ τῇ πατρίδι καὶ τῇ οἰκουμένῃ γενόμενος. Ἡ δὲ πόρρω θεν ἐκ φήμης ἀκούσασα τὴν συμφορὰν ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοσαύτῃ ζημίᾳ (πῶς γὰρ οὐκ ἤμελλεν ἅπτεσθαι κἀκείνης τὸ πάθος, οὗ καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ἐπῄ σθοντο;). Καθάπερ δὲ τὴν τοῦ χρυσοῦ φασι δοκιμασίαν ἐν διαφόροις γίνεσθαι χωνευτηρίοις, ὡς εἴ τι τὴν πρώτην διαφύγοι χωνείαν, ἐν τῇ δευτέρᾳ διακριθῆναι, καὶ πάλιν ἐν τῇ τελευταίᾳ πάντα τὸν ἐμμεμιγμένον ῥύπον τῇ ὕλῃ ἀπο καθαίρεσθαι, τὴν δὲ ἀκριβεστάτην εἶναι βάσανον τοῦ δοκίμου χρυσοῦ, εἰ διὰ πάσης διεξελθὼν χοάνης μηδένα ῥύπον ἀποποιήσειε· τοιοῦτόν τι καὶ ἐπ' ἐκείνης συνέβη, ταῖς διαφόροις τῶν λυπηρῶν προσβολαῖς τῆς ὑψηλῆς διανοίας βασανισθείσης πανταχόθεν ἀναδειχθῆναι τὸ τῆς ψυχῆς ἀκιβδήλευτόν τε καὶ ἀταπείνωτον, πρότερον μὲν ἐν τῇ τοῦ ἀδελφοῦ τοῦ ἄλλου μεταστάσει, μετὰ ταῦτα δὲ ἐν τῷ χωρισμῷ τῆς μητρός, ἐκ τρίτου δὲ ὅτε τὸ κοινὸν τῆς γενεᾶς καλόν, Βασίλειος, τῆς ἀνθρωπίνης ζωῆς ἐχωρίζετο. Ἔμεινε τοίνυν καθάπερ τις ἀθλητὴς ἀκαταγώνιστος, οὐδα μοῦ τῇ προσβολῇ τῶν συμφορῶν ἐποκλάσασα.