1

 2

 3

 4

 5

 6

6

ἀνύσειν τι τὰ γράμματα· εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τὸ γοῦν σιγῆς μὴ ἐγκαλεῖσθαι κερδανοῦμεν, καὶ ἐσόμεθα τῶν θάλατταν πλεόντων οὐ χείρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ἢ κυμάτων ἢ πνευμάτων βίᾳ λυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθελόντες καὶ ἀγκύρας χαλάσαντες καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἀγνώστους, ἀπὸ δὲ συμφορᾶς ἐπιγιγνωσκομένους μόνον, ἀνασῴζειν ἐπιχείρουσιν. Εἰ δὲ μὴ βούλονται ἐκεῖνοι, οὐδεὶς ἂν αὐτῶν τῆς ἀπολείας τοὺς ἐπιχειρήσαντας σῶσαι, αἰτιάσαιτο. Ταῦτα τὰ παρ' ἡμῶν· πιστεύομεν δὲ ὅτι, θεοῦ χάριτι, ὑπάρξει καὶ τὰ παρὰ σοῦ, καὶ πάλιν σε διαπρέποντα κατὰ τὴν τιμίαν ἀγέλην ὀψόμεθα τοῦ Χριστοῦ. Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή. Εἴ τίς σοι λόγος ἡμῶν ἐστι καὶ μὴ πάντη τῆς μνήμης ἡμᾶς ἐξέβαλες τῆς σῆς, ἀντιγράψαι καταξίωσον ἡμῖν· εὐφρανεῖ γὰρ ἡμᾶς ἡ σὴ ἐπιστολή· ἡ δὲ σὴ τελειότης τὰ ἔτι μειζόνως νοεῖν δυναμένη καὶ ἡμᾶς ὠφελήσει καὶ γράφουσα καὶ προσευχομένη. Ἐρρῶσθαί σε εὐχόμεθα ἐν Κυρίῳ. Ἀμήν.