6
γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Πάντα μὲν οὖν αὐτῶν τὰ πάθη διελθεῖν οὐ τοῦ παρόντος καιροῦ, ὀλίγα δὲ ἐκ πολλῶν ἀναγκαῖον εἰπεῖν. Ἐρῶ δὲ οὐκ ἐμὸν λόγον, ἀλλ' ἀνδρὸς Ἰουδαίου τοῦ τὰ ἐκείνων ἱστορηκότος ἀκριβῶς. Τί ποτε οὖν οὗτος φησίν; Ἐπειδὴ τὸν ἐμπρησμὸν διηγήσατο τοῦ ἱεροῦ, καὶ τὰς καινὰς ἐκείνας ἀπήγγειλε συμφοράς. εʹ. Τὰ μὲν περὶ τὸ ἱερὸν, φησὶν, ἐν τούτοις ἦν· τῶν δ' ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. Καθ' ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δ' ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐκπνέοντας οἱ 47.326 λῃσταὶ διηρεύνων, μή τις ὑπὸ τὸν κόλπον ἔχων τροφὴν, σκήπτοιτο τὸν θάνατον ἑαυτῷ. Οἱ δὲ ὑπ' ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐσφάλλοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον, ὑπὸ ἀμηχανίας δὲ εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. Πάντα δὲ ὑπ' ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζώων πρόσφορα συλλέγοντες, ἐσθίειν ὑπέφερον· ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπέσχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα· τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες, ἐλάχιστον σταθμὸν ἐπώλουν ἀττικῶν τεσσάρων. Καὶ τί δεῖ τὴν ἐπ' ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν; Εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, οἷον μήτε παρ' Ἕλλησι, μήτε παρὰ βαρβάροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ' ἀκοῦσαι. Καὶ ἔγωγε, μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατ' ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τῶν λόγων ὧν πέπονθε τὰ ἔργα. Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζὼ, σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν· τὰ δὲ λείψανα τῶν κειμηλίων, κἂν εἴ τι τροφῆς ἐπινοηθείη, καθ' ἡμέρας εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι. ∆εινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ' ἑαυτὴν ἠρέθιζεν. Ὡς δ' οὔτε παροξυνόμενός τις, οὔτ' ἐλεῶν αὐτὴν ἀνῄρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίου ἄλλως ἐκοπία, πανταχόθεν δ' ἄπορον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέκαιον οἱ θυμοὶ, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον ἦν δ' αὐτῇ παῖς ὑπομάζιος ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρήσω; τὰ μὲν παρὰ Ῥωμαίοις δουλεία, κἂν ζήσωμεν ἐπ' αὐτοῖς· φθάνει δὲ καὶ δουλείαν ὁ λιμὸς, οἱ στασιασταὶ δ' ἀμφοτέρων χαλεπώτεροι· ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. Καὶ ταῦθ' ἅμα λέγουσα κτείνει τὸν υἱὸν, ἔπειτ' ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. Εὐθέως δ' οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες, ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψε. Τοὺς δ' εὐθέως φρίκη τε καὶ φρενῶν ἔκστασις ᾕρει, 47.327 καὶ πρὸς τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δὲ, Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα· μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς, μήτε συμπαθέστεροι μητρός. Εἰ δ' ὑμεῖς εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν δ' ἐμοὶ μεινάτω. Μετὰ ταῦτα οἱ μὲν τρέμοντες ἐξῄεσαν πρὸς ἓν τοῦτο δειλοὶ, καὶ μόνης ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες. Ἀνεπλήσθη δ' εὐθέως ὅλη