1

 2

 3

 4

 5

 6

6

αὐτὸν ἡ τοῦ Πνεύματος χάρις εἰς τὴν κολυμβήθραν, καὶ τὸν ἡταιρηκότα υἱὸν Θεοῦ κατασκευάζει, καὶ τὸν νεκρωθέντα ταῖς ἁμαρτίαις ζωογονεῖ. Τοῦτό ἐστι, Τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πῶς δὲ ζωοποιεῖ; Οὐκ ἀπαιτῶν εὐθύνας τῶν πλημμελημάτων κατὰ τὸ τοῦ προφήτου· Ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐρώτησον πάλιν τὸν Ἰουδαῖον, ποῦ τοῦτο γέγονεν ἐν τῷ νόμῳ; Ἀλλ' οὐκ ἂν ἔχοι δεῖξαι. Καὶ γὰρ καὶ ὁ τὰ ξύλα συλλέξας ἐλιθάζετο, καὶ ἡ πορνεύουσα κατεκαίετο, καὶ Μωϋσῆς διὰ μίαν ἁμαρτίαν τῆς γῆς τῆς ἐπαγγελίας ἐξέπεσεν· ἐπὶ δὲ τῆς χάριτος οἱ μυρία ἐργασάμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦνται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημάτων. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ μοιχοὶ, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς λάμπει τὸ προφητικὸν, ὅτι Ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν; πῶς ἀστράπτει τὸ ἀποστολικὸν, ὅτι Τὸ πνεῦμα ζωοποιεῖ; Βούλει μαθεῖν καὶ τὸ ἕτερον, τὸν ἀπόστολον Παῦλον λέγοντα, πῶς ἐν βραχείᾳ χρόνου ῥοπῇ τὴν οἰκουμένην περιῆλθεν ἅπασαν; ἄκουσον αὐτοῦ λέγοντος· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον· καὶ πάλιν· Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἰδεῖν ὑμᾶς, ὡς, ἐὰν πορεύσωμαι εἰς τὴν Ἱσπανίαν, ἐλπίζω θεάσασθαι ὑμᾶς, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Εἰ δὲ εἷς ἀπόστολος ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πλέον τῆς οἰκουμένης διέδραμεν, ἐννόησον πῶς καὶ ἄλλοι ἅπασαν αὐτὴν ἐσαγήνευσαν. ∆ιὸ καὶ ἔλεγε· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· τὸ προφητικὸν ἐκεῖνο ἑρμηνεύων, Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ἀλλ' ὅτι μὲν τὸν νόμον ὁ Χριστὸς ἔδωκεν, ἀπὸ τούτων δῆλον· καὶ ὅτι σφαγέντες ὑπὲρ τοῦ νόμου, ὑπὲρ τοῦ νομοθέτου τὸ αἷμα ἐξέχεον καὶ τοῦτο σαφές· παρακαλῶ δὲ λοιπὸν τὴν ὑμετέραν ἀγάπην μετὰ πολλῆς τῆς προθυμίας εἰς τὴν πανήγυριν ἀπαντῆσαι· καθάπερ μέλισσαι τῶν σίμβλων ἐκπηδήσατε ἐπὶ τὰ τραύματα τῶν μαρτύρων, καὶ περιπτύξασθε αὐτῶν τὰς βασάνους, μηδὲν πρὸς τὸ τῆς ὁδοῦ κατοκνήσαντες μῆκος. Εἰ γὰρ γέρων ὁ Ἐλεάζαρος πυρὸς κατετόλμησε, καὶ ἡ μήτηρ τῶν μακαρίων ἐκείνων ἐν ἐσχάτῳ γήρᾳ τοσαύτας ὑπέμεινεν ὀδύνας· ποίαν ἂν σχοίητε ἀπολογίαν, ποίαν συγγνώμην, μηδὲ ὀλίγους σταδίους διαπερῶντες ὑπὲρ τῆς θεωρίας τῶν παλαισμάτων ἐκείνων; ...