1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

ἐκγόνων, οὐδὲ ἐν τοῖς ἐγκωμίοις αὐτῶν ἀφέξεται. Τίνα οὖν βούλεσθε τῶν ἑπτὰ ἀπολάβωμεν ἀθλητῶν; Ἆρα τὸν πρῶτον, ἢ τὸν δεύτερον, ἢ τὸν τρίτον, ἢ τὸν ἔσχατον; Μᾶλλον δὲ οὐδεὶς ἐν αὐτοῖς ἔσχατος· χορὸς γάρ ἐστι, χοροῦ δὲ οὔτε ἀρχὴ, οὔτε τέλος φαίνεται· ἀλλ' ἵνα γνωριμώτερον ποιήσωμεν τὸν ἐπαινούμενον, τὸν ἔσχατον τῇ ἡλικίᾳ λέγομεν. Ἀδελφὰ γὰρ τὰ παλαίσματα, καὶ συγγενῆ τὰ κατορθώματα· 50.624 ἔνθα δὲ ἡ συγγένεια κατορθωμάτων, οὐκ ἔστι πρῶτος καὶ δεύτερος. Ἀπολάβωμεν οὖν τὸν ἔσχατον τῇ ἡλικίᾳ καὶ ὁμήλικα τῷ φρονήματι, οὐ τοῖς ἀδελφοῖς ὁμήλικα μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ γέροντι. Οὗτος μόνος τῶν ἀδελφῶν λελυμένος ἤγετο πρὸς τὰ βασανιστήρια· οὐ γὰρ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἀλλὰ προέλαβε τῇ οἰκείᾳ προθυμίᾳ τὴν ἐκείνων ὠμότητα, καὶ λελυμένος ἤγετο. Καὶ τῶν μὲν ἀδελφῶν οὐδένα εἶχε θεατήν· πάντες γὰρ ἦσαν τελειωθέντες· εἶχε δὲ σεμνότερον τῶν ἀδελφῶν θέατρον, τοὺς τῆς μητρὸς ὀφθαλμούς. Οὐκ ἔλεγον ὑμῖν, ὅτι καὶ μὴ σπουδαζόντων ἡμῶν ἐπεισελεύσεται καὶ ἡ μήτηρ πάντως; Ἰδοὺ τοίνυν εἰσήγαγεν αὐτὴν ἡ ἀκολουθία τοῦ λόγου. Τοῦτο δὲ τὸ θέατρον οὕτω σεμνὸν ἦν καὶ μέγα, ὥστε καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον, μᾶλλον δὲ καὶ τοὺς ἀδελφοὺς εἶχεν αὐτὸν θεωμένους, οὐκ ἔτι ἀπὸ τῆς γῆς, ἀλλ' ἐκ τῶν οὐρανῶν. Ἐστεφανωμένοι γὰρ ἐκάθηντο, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οἱ δικασταὶ, οὐχὶ κρίνοντες τοῖς παλαίσμασιν, ἀλλὰ τὸν στεφανίτην ἐπειγόμενοι λαβεῖν. Εἰστήκει τοίνυν λελυμένος, καὶ φθεγγόμενος ῥήματα φιλοσοφίας γέμοντα· ἐβούλετο μὲν γὰρ μεταστῆσαι τὸν τύραννον πρὸς τὴν οἰκείαν εὐσέβειαν· ὡς δὲ οὐκ ἴσχυσε, τὸ ἑαυτοῦ λοιπὸν ἐποίησεν, ἐξέδωκεν ἑαυτὸν τῇ τιμωρίᾳ. Κἀκεῖνος μὲν ᾤκτειρεν αὐτὸν τῆς ἡλικίας, οὗτος δὲ ἐδάκρυσεν αὐτὸν τῆς ἀσεβείας· οὐ γὰρ τὰ αὐτὰ βλέπει ὁ τύραννος καὶ ὁ μάρτυς· ἀμφοτέροις μὲν γὰρ οἱ αὐτοὶ ὀφθαλμοὶ, ἀλλὰ τῆς σαρκός· οἱ δὲ τῆς πίστεως οὐκ ἔτι οἱ αὐτοί· ἀλλ' ἐκεῖνος μὲν ἔβλεπε τὴν παροῦσαν ζωὴν, οὗτος δὲ ἔβλεπε τὴν μέλλουσαν, πρὸς ἣν ἔμελλεν ἀναπτήσεσθαι· καὶ ὁ μὲν τύραννος ἑώρα τήγανα, ὁ δὲ μάρτυς ἑώρα τὴν γέενναν, εἰς ἣν ἔμελλεν ἑαυτὸν ἐμβαλεῖν ὁ τύραννος. Εἰ δὲ τὸν Ἰσαὰκ θαυμάζομεν, ὅτι δεθεὶς ὑπὸ τοῦ πατρὸς καὶ συμποδισθεὶς, οὐκ ἐξήλατο τοῦ βωμοῦ, οὐδὲ ἐσκίρτησεν ὁρῶν μάχαιραν ἐπαγομένην· πολλῷ μᾶλλον τοῦτον θαυμάζειν χρὴ, ὅτι οὐκ ἐδέθη, οὐδὲ τῆς ἀπὸ τῶν δεσμῶν ἀνάγκης χρείαν ἔσχεν, οὐδὲ ἀνέμεινε τὰς χεῖρας τῶν δημίων, ἀλλ' αὐτὸς ἑαυτῷ καὶ θῦμα καὶ ἱερεὺς καὶ θυσιαστήριον γέγονε. Περισκοπήσας γὰρ κύκλῳ, καὶ ἰδὼν οὐδένα τῶν ἀδελφῶν παρόντα ἐθορυβήθη, ἠπείχθη σπεῦσαι καὶ καταλαβεῖν, ὥστε μὴ ἀποσχισθῆναι τοῦ καλοῦ τούτου χοροῦ. ∆ιὰ τοῦτο οὐκ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἐφοβεῖτο γὰρ τὴν φειδῶ τοῦ τυράννου, μή ποτε αὐτὸν κατελεήσας ἐξαρπάσῃ τῆς κοινωνίας τῶν ἀδελφῶν· διὰ τοῦτο προλαβὼν ἑαυτὸν ἐξήρπασε τῆς φιλανθρωπίας τῆς ἀνημέρου. Καὶ γὰρ πολλὰ ἦν ἱκανὰ ἐπικάμψαι τὸν τύραννον, τῆς ἡλικίας τὸ νέον, τῶν ἀδελφῶν τῶν τοσούτων ἡ τιμωρία, ἡ καὶ θηρίον ἱκανὴ κορέσαι ἀλλ' ἐκεῖνος οὐκ ἐκορέννυτο, ἡ πολιὰ 50.625 τῆς μητρὸς, τὸ μηδὲν αὐτῷ γενέσθαι πλέον ἀπὸ τῆς κολάσεως τῶν προλαβόντων. βʹ. Ταῦτα πάντα ἐννοήσας ὁ νεανίας ἐνέβαλεν ἑαυτὸν εἰς τιμωρίαν, ἀφ' ἧς διαφυγεῖν οὐκ ἐνῆν, καὶ ὡς εἰς πηγὴν ναμάτων ψυχρῶν, οὕτως εἰς τοὺς λέβητας ἐκυβίστα, λουτρὸν αὐτοὺς θεῖον καὶ βάπτισμα νομίζων. Καθάπερ γὰρ ἄνθρωποι φλεγόμενοι εἰς εὔριπον ψυχρῶν ὑδάτων ἑαυτοὺς ἀφιᾶσιν, οὕτως ἐκεῖνος ἐκκαιόμενος τῇ τῶν ἀδελφῶν ἐπιθυμίᾳ πρὸς τὴν τιμωρίαν ἐκείνην ἀφῆκεν ἑαυτόν. Προσήγαγε δὲ καὶ ἡ μήτηρ παράκλησιν, οὐκ ἐπειδὴ παρακλήσεως ἐκεῖνος ἐδεῖτο, ἀλλ' ἵνα μάθῃς πάλιν τὸ στεῤῥὸν τῆς γυναικός· ἐπ' οὐδενὶ γὰρ τῶν ἑπτὰ παίδων ἔπαθε τὰ μητέρων, μᾶλλον δὲ ἐφ' ἑκάστῳ τὰ μητέρων ἔπαθεν· οὐ γὰρ εἶπε πρὸς