1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

βασιλείαν τῶν οὐρανῶν οὐκ ᾔτησε. Πόθεν, εἰπέ μοι, βασιλείας, ὦ λῃστὰ, μέμνησαι; τί γὰρ εἶδες τοιοῦτον νῦν; Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα, καὶ κατηγορία καὶ σκώμματα καὶ λοιδορίαι. Ναὶ, φησίν· αὐτὸς γὰρ ὁ σταυρὸς βασιλείας εἶναί μοι δοκεῖ σύμβολον. ∆ιὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστιν ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὐτοῦ τέθεικε, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. δʹ. Βούλει μαθεῖν πῶς καὶ βασιλείας σύμβολον ὁ σταυρὸς, καὶ πῶς σεμνὸν τὸ πρᾶγμά ἐστιν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν δῆλον τοῦτο; Μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Ἀλλ' ἴδωμεν καὶ πῶς μέλλει μετ' αὐτοῦ ἔρχεσθαι. Ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐὰν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τοῖς ταμιείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· περὶ τῆς δευτέρας αὑτοῦ παρουσίας λέγων, διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητοῦντες, φησὶ, τὸν ποιμένα, τῷ λύκῳ περιπέσητε, διὰ τοῦτο ὑμῖν λέγω γνωρίσματα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα ἐγένετο, μὴ νομίσητε, φησὶν, ὅτι καὶ ἡ δευτέρα τοιαύτη ἔσται. Ἐκείνη γὰρ εἰκότως λανθάνουσα ἐγένετο· ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός· αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; εἰπὲ καὶ δίδαξον. Ὥσπερ ἐξέρχεται, φησὶν, ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον πᾶσι φανεῖται· οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης, οὐ δεόμεθα ἐξετάζειν, εἰ ἐγένετο ἀστραπή· οὔτω τῆς παρουσίας αὐτοῦ γενομένης, οὐ δεησόμεθα ἐξετάζειν εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον οὐδέπω καὶ νῦν εἰρήκαμεν, εἰ μετὰ τοῦ σταυροῦ ἔρχεται. Ἄκουε τοίνυν καὶ τοῦτο σαφῶς αὐτοῦ δηλοῦντος. 49.414 Τότε, φησὶ, τουτέστιν, ὅταν ἔρχωμαι, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φανότατα ἄστρα ἀποκρύπτεσθαι. Καὶ οἱ ἀστέρες γὰρ, φησὶ, πεσοῦνται, καὶ οὕτω τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἡ ὑπερβολὴ τοῦ σημείου, πόση φαιδρότης, πόση λαμπηδών; Ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ φαίνει, τὰ ἄστρα πίπτει· ἐκεῖνο δὲ μόνον φαίνεται, ἵνα μάθῃς ὅτι καὶ σελήνης φανότερον καὶ ἡλίου φαιδρότερόν ἐστι. Καθάπερ γὰρ βασιλέως εἰσιόντος, τὰ στρατόπεδα προλαμβάνοντα τὰ σημεῖα φέρει ἐπὶ τῶν ὤμων, καὶ προαγγέλλει τοῦ βασιλέως τὴν εἴσοδον· οὕτω τοῦ τῆς κτίσεως ∆εσπότου καταβαίνοντος ἐκ τῶν οὐρανῶν, προλαμβάνει τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων τὸ σημεῖον ἐκεῖνο βαστάζοντα, καὶ τὴν βασιλικὴν εἴσοδον ἡμῖν ἀπαγγέλλοντα. Τότε, φησὶ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, περὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων λέγων, καὶ πασῶν τῶν ἀοράτων δυνάμεων· τρόμος γὰρ αὐτοὺς λήψεται, καὶ φόβος πολὺς καὶ ἀγωνία. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ αἱ δυνάμεις ἐκεῖναι ἐν φόβῳ καθεστήκασιν; Εἰκότως. Φοβερὸν ἔσται τότε τὸ δικαστήριον, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις μέλλει κρίνεσθαι καὶ εὐθύνας ὑπέχειν καὶ παρίστασθαι βήματι φοβερῷ. Τί δήποτε δὲ καὶ οἱ ἄγγελοι τότε τρέμουσι, καὶ αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι δεδοίκασιν; οὐδὲ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ δικαστοῦ τοὺς ὑπευθύνους καταδικάζοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθεζομένου, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως αὐτῆς παρεστῶτες, οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ὅμως δεδοίκασι καὶ φρίττουσι διὰ τὸν