1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

6

λιμοὺς γενομένους, καὶ λοιμοὺς, καὶ αὐχμοὺς, καὶ ἐπομβρίας, καὶ ἀέρων ἀνωμαλίας, ἢ ἄλλο τι τῶν τοιούτων τῶν κολαζόντων τὴν ἀνθρωπίνην φύσιν, μὴ δυσχεράνῃς μηδὲ ἀποδυσπετήσῃς, ἀλλὰ προσκύνησον τὸν ποιοῦντα, θαύμασον αὐτὸν τῆς κηδεμονίας. Ἐκεῖνος γάρ ἐστιν ὁ ταῦτα 49.251 ποιῶν, καὶ τὸ σῶμα κολάζων, ἵνα τὴν ψυχὴν σωφρονίσῃ. Καὶ ὁ Θεὸς ταῦτα ποιεῖ, φησίν; Ὁ Θεὸς ταῦτα ποιεῖ· κἂν ἡ πόλις παρῇ πᾶσα, κἂν ἡ οἰκουμένη πᾶσα, οὐκ ὀκνήσω τοῦτο εἰπεῖν. Εἴθε μοι καὶ σάλπιγγος ἦν φωνὴ λαμπροτέρα, καὶ ἐν ὑψηλῷ στῆναι χωρίῳ δυνατὸν ἦν, καὶ πᾶσι βοῆσαι καὶ διαμαρτύρασθαι, ὅτι ὁ Θεὸς ταῦτα ποιεῖ. Οὐκ ἐξ ἀπονοίας ταῦτα λέγω, ἀλλ' ἔχω παρεστῶτα τὸν προφήτην μετ' ἐμοῦ βοῶντα καὶ λέγοντα, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησε· κακία δὲ ὁμώνυμόν ἐστιν ὄνομα· καὶ τῆς προσηγορίας ἑκατέρας βούλομαι τὴν ἀκριβῆ μαθεῖν ὑμᾶς σημασίαν, ἵνα μὴ διὰ τὴν ὁμωνυμίαν τῶν πραγμάτων συγχέοντες τὴν φύσιν, εἰς βλασφημίαν ἐμπέσητε. εʹ. Ἔστι τοίνυν κακία, ἡ ὄντως κακία, πορνεία, μοιχεία, πλεονεξία, καὶ τὰ μυρία δεινὰ τὰ τῶν ἐσχάτων ὄντα ἐγκλημάτων ἄξια καὶ τιμωριῶν. Πάλιν ἐστὶ κακία, μᾶλλον δὲ οὐκ ἔστιν, ἀλλὰ λέγεται, λιμὸς, λοιμὸς, θάνατος, νόσος, καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ οὐκ ἂν εἴη κακά· διὰ τοῦτο εἶπον, Λέγεται, μόνον. Τί δήποτε; Ὅτι εἰ κακὰ ἦν, οὐκ ἂν ἀγαθῶν ἡμῖν αἴτια ἐγεγόνει, σωφρονίζοντα τὴν ἀπόνοιαν, ἐγκόπτοντα τὴν ῥᾳθυμίαν καὶ πρὸς σπουδὴν ἐπανάγοντα, προσεκτικωτέρους ποιοῦντα. Ὅτε γὰρ, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Κακίαν οὖν ταύτην φησὶ τὴν σωφρονίζουσαν, τὴν λαμπροὺς ποιοῦσαν, τὴν σπουδαιοτέρους ἐργαζομένην, τὴν πρὸς φιλοσοφίαν ἐπανάγουσαν, οὐκ ἐκείνην τὴν διαβεβλημένην καὶ ἐγκλημάτων ἀξίαν· ἐκείνη γὰρ οὐ Θεοῦ ἔργον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως εὕρεμα, αὕτη δὲ πρὸς τὴν ἐκείνης ἀναίρεσιν γίνεται. Κακίαν οὖν ταύτην καλεῖ τὴν κάκωσιν, τὴν ἐκ τῶν τιμωριῶν γινομένην ἡμῖν, οὐ κατὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὑπόνοιαν τῶν ἀνθρώπων, οὕτως αὐτὴν ὀνομάζων. Ἐπειδὴ γὰρ κακίαν καλεῖν εἰώθαμεν, οὐ τὰς κλοπὰς καὶ τὰς μοιχείας μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς, ἀπὸ τῆς τῶν ἀνθρώπων ψήφου οὕτω τὸ πρᾶγμα ἐκάλεσε. Τοῦτο οὖν ἐστιν ὅ φησιν ὁ προφήτης, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησε. Τοῦτο καὶ διὰ Ἡσαΐου παρεδήλωσεν ὁ Θεὸς εἰπών· Ἐγὼ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά· κακὰ πάλιν τὰς συμφορὰς ὀνομάζων. Ταύτην καὶ ὁ Χριστὸς τὴν κακίαν ἐν τοῖς Εὐαγγελίοις αἰνίττεται, οὕτω λέγων τοῖς μαθηταῖς· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουτέστιν, ἡ κάκωσις, ἡ ταλαιπωρία. Πανταχόθεν οὖν δῆλον, ὅτι κακίαν ἐνταῦθα τὰς τιμωρίας καλεῖ, καὶ ταύτας ἡμῖν αὐτὸς ἐπάγει, μέγιστον προνοίας εἶδος παρεχόμενος. Καὶ γὰρ ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξαγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ' ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατατείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτήριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετάσμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ, καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως. Πῶς οὖν οὐκ ἄτοπον ἐκεῖνον μὲν τοσαῦτα ἐργαζόμενον κακὰ ἰατρὸν καλεῖν, τὸν δὲ Θεὸν, εἴ ποτε ἓν τούτων ποιή 49.252 σειεν, οἷον ἢ λιμὸν ἢ θάνατον ἐπαγάγοι, βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας; καίτοι γε ὁ ἀληθὴς ἰατρὸς οὗτος μόνος ἐστὶ καὶ ψυχῶν καὶ σωμάτων. ∆ιὰ τοῦτο πολλάκις τὴν φύσιν τὴν ἡμετέραν παραλαβὼν ἐξ εὐθηνίας σκιρτῶσαν, καὶ πυρετὸν ἁμαρτημάτων ὠδίνουσαν, ἐνδείᾳ καὶ λιμῷ καὶ θανάτῳ καὶ συμφοραῖς ἑτέραις, καὶ τοῖς ἄλλοις οἷς αὐτὸς οἶδε φαρμάκοις ἀπαλλάττει τῶν νοσημάτων. Ἀλλ' οἱ πένητες αἰσθάνονται μόνοι τοῦ λιμοῦ,