1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων βασιλικὴν δυναστείαν· Ἰωάννης πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, τοσοῦτον ἐσθίων, ὅσον ἡ φύσις βιάζεται. Ὁ περιβεβλημένος ἐκ τριχῶν καμήλου, τῷ τὴν πορφυρίδα περιβεβλημένῳ νομοθετεῖ· ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων· ὁ ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον, τῷ τὴν λαμπρὰν παρατιθεμένῳ καὶ βασιλικὴν τράπεζαν ἐξ αὐθεντίας προστάττει· Οὐκ ἔξεστί σοι. Καίτοι ἐδόκει βασιλεῖ πάντα ἐξεῖναι. Ἀλλὰ Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Ἐπὶ τούτοις δέον εὐχαριστεῖν, δέον εὐεργετεῖν, ἣ προσκυνεῖν τὸν ὑπὲρ σωφροσύνης διδάσκαλον· παρωξύνθη μὲν ὁ Ἡρώδης, πλέον δὲ παρωξύνθη Ἡρωδιὰς γείτονες γὰρ τῶν ὀνομάτων, καὶ τοῦ τρόπου πλέον ἤπερ ὁμόζυγοι· καὶ ἔσονται οἱ δύο, οὐκ εἰς σάρκα μίαν, ἀλλ' εἰς ἀκρασίαν μίαν· καὶ ὑπὲρ τούτων ἐμβάλλουσι τὸν προφήτην εἰς δεσμωτήριον, ἵνα δείξωσι τὴν οἰκείαν ἀσυνεσίαν. Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε· ἀσύνετον δὲ, καὶ προσθήσει τοῦ μισεῖν σε. Ἐμβάλλεται τῷ δεσμωτηρίῳ, καὶ οὐ μεταλλάσσει τὴν παῤῥησίαν. Λῦσον, φησὶ, τὰ μέλη· μόνον λῦσον τὸ ἄδικον συνοικέσιον. Ἐγκαρτεροῦντος δὲ αὐτοῦ τῷ δεσμωτηρίῳ, γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, τὸ τυραννικὸν καὶ ὠμόν· οὗ τῆς εὐφροσύνης τέλος, προφήτου φόνος. Εἴσεισιν Ἡρωδιὰς τῆς Ἡρωδιάδος θυγάτηρ, τέκνον τῆς σαρκὸς, τέκνον τῆς ψυχῆς· εἴσεισιν εἰς οἰνωμένον συμπόσιον, ὀρχεῖται δημοσίᾳ ἡ βασίλισσα, ἣν οὐκ ἐχρῆν προκύπτειν κοιτωνίτιδος, ἣν οὐκ ἐχρῆν ἀῤῥένων ὄψεσι θαρσεῖν. Ἀλλὰ τάχα, ὥσπερ Ἰωάννης παρὰ τῆς μητρὸς πρὸ βραχέος ἐχρήσατο γλῶσσαν, καὶ ἡ κόρη παρὰ τῆς μητρὸς τοὺς ὀφθαλμοὺς τῆς ἀναισχυντίας ἐχρήσατο. Εἴσεισιν εἰς τὸ συμπόσιον. Οὐκ ἤρκει τοῦτο τῆς αἰσχύνης ἔχειν τὴν ὑπερβολήν· ἀλλὰ καὶ πῶς εἴσεισιν; ἆρα ὡς βασιλίς; ἆρα σεμνῶς; ἆρα εὐνούχοις, ἆρα θεραπαινίσιν, ἆρα τῷ ἄλλῳ κόσμῳ, καὶ σεμνότητι προσεκοσμήθη; Οὐδαμῶς· ἀλλ' εἴσεισιν ὀρχουμένη. Κακῆς εἰσόδου χείρων ἡ ὑπόθεσις. Καὶ ὠρχήσατο ἐν μέσῳ τοῦ συμποσίου, ἐν τοῖς τῶν ἀκολάστων ὀφθαλμοῖς, ὅτε καὶ ὁ οἶνος τὸ πάθος πλέον ἠρέθιζεν. Καὶ βούλει γνῶναι τὸ χεῖρον; Οὐκ ὀρχεῖται μόνον, ἀλλὰ καὶ καλῶς ὀρχεῖται. Προσθήκη τῆς αἰσχύνης, καὶ τὸ καλῶς μελετῆσαι τὰ κακά. Ἔοικεν γὰρ οὐ παρέργως τὴν αἰσχύνην κατωρθωκέναι. Ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις. Καὶ ἡ ἀλώπηξ οὐκ ἐγκαλύπτεται. Βλέπει τοῦ ἀδελφοῦ τὴν θυγατέρα καὶ τῆς κακῶς συνοικούσης ἐν μέσῳ ἀῤῥένων ὀρχουμένην, καὶ οὐ καλύπτεται, ἀλλὰ καὶ ἀρέσκεται, καὶ ἀρέσκει κἀκείνῳ καὶ τοῖς συνανακειμένοις. Μεθ' ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἐβουλόμην αὐτὸν μικρόν τι Παύλῳ μαθητευθῆναι· Ὅλως ἀκούεται ἐν ὑμῖν ὄρχησις, καὶ τοιαύτη ὄρχησις, οἵα τις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὡς βασιλέως ὀρχήσασθαι θυγατέρα. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐ μᾶλλον ἐπενθήσατε. Ἀλλὰ καὶ ἀρέσκει κακῶς, καὶ μισθὸν λαμβάνει τοῦ κατορθώματος χείρονα, ὥστε τὸν Ἡρώδην ὀμόσαι· Αἴτησον ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ὁρᾶτε τῶν φιληδόνων τὸ τέλος; ὁρᾶτε τῶν φιλοθεαμόνων τὴν αἰσχύνην; Προλαμβάνων ὀμνύεις· Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι· καὶ ποιεῖς αἰτήσεως κύριον, ὀρχηστρίδιον, καὶ προενεχυράζεις τὴν ψῆφον ὅρκου προσθήκῃ. Βλέπεις πῶς βασιλέων ἀξίωμα φιληδονία κατασύρει πρὸς γῆν; βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; «Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως τοῦ ἡμίσους τῆς βασιλείας.» Τοσούτου κρίνεις τὴν βασίλειον ἀξίαν; Οὕτω προδιεφθάρης τοὺς ὀφθαλμούς; Ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπέδου τὸ ἥμισυ· ἐὰν δεύτερον ὀρχήσηται, ἰδιώτης ὁ βασιλεύς. Ποῦ τὸ τῶν φιληδόνων ἀξίωμα; ποῦ τῶν ἀκολάστων ἡ ἁλουργίς; Τὸ ἥμισυ τῆς βασιλείας τοῖς ποσὶ τῆς ὀρχηστρίδος ὑπέῤῥιψας· εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν αὐτὴν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ,