1

 2

 3

 4

 5

 6

6

τὴν ψυχὴν αὑτοῦ. Ὁμοίως καὶ τὰς διακονίας ἑκάστῳ κατὰ τὴν συνείδησιν ἐγχείριζε· οἱ γὰρ καλῶς διακονήσαντες παρὰ Κυρίου τὸν μισθὸν λήψονται. Ταῦτα πάντα μετὰ τῆς μνήμης ποίει τοῦ Κυρίου καὶ παρακάλει Κύριον τὸν Θεόν, ἵνα αὐτός σου γένηται ὁδηγός, ἐφ' οἷς ἂν πράττεις· ὅπου γὰρ Χριστὸς καλεῖται καὶ ὅπου Χριστὸς παροικήσει πάντα ἅγια ἐκεῖ, πάντα εὐλογημένα. Ἐκεῖ Χριστὸς εὐφραίνεται καὶ μακάριοι οἱ αὐτὸν πεινῶντες καὶ οἱ αὐτὸν διψῶντες καὶ οἱ αὐτὸν τρώγοντες καὶ οἱ αὐτὸν πίνοντες καὶ οἱ αὐτὸν ἀγαπῶντες. Τίς γὰρ ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ κίνδυνος ἢ μάχαιρα ἢ θάνατος; Ἡ γὰρ γλυκύτης τοῦ Χριστοῦ καὶ τὸ θεϊκὸν αὐτοῦ φίλτρον πάντων ὁμοῦ περιγίνεται μετὰ τῆς μνήμης τοῦ Χριστοῦ. Καθὼς καὶ οἱ ἅγιοι μάρτυρες κατεφρόνησαν θανάτου διὰ τὴν ἀγάπην καὶ τὴν γλυκύτητα τοῦ Χριστοῦ, ἵνα αὐτὸν μόνον κερδήσωσιν, καθὼς καὶ ὁ ἅγιος Παῦλος κηρύσσει· εἴ τις οὐκ ἀγαπᾷ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα, μαραναθά, τὸ δὲ μαραναθὰ ἑβραϊστί ἐστιν· εἶδον τὸν Κύριον. Καὶ εὐθέως ὤφθη αὐτῷ ὁ Κύριος καὶ λέγει αὐτῷ· ἐπειδὴ ἀγαπᾷς με, Παῦλε, ἰδὲ ποῦ εἰμι. Ἀπὸ χαρᾶς οὖν λέγει ὁ Παῦλος τὸ μαραναθά, εἶδον τὸν Κύριον, ἰδὲ ἦλθεν ὁ Κύριος, ἰδὲ ποῦ ἐστιν. Παρακαλῶ οὖν ὑμᾶς μισήσατε τὸν καλλωπισμὸν τῶν ἱματίων καὶ ἀγαπήσατε ταπεινοφροσύνην καὶ πτωχείαν καὶ πᾶσαν θλῖψιν ἀντὶ χαρᾶς, ἵνα ἀγαπήσῃ ὑμᾶς ὁ Χριστός. Φεύγετε τὰς συντυχίας τῶν γυναικῶν εἴτε κοσμικῶν εἴτε κανονικῶν· χαλεπὸν γὰρ καὶ ταῖς μοναζούσαις ἀλλήλαις συντυγχάνειν. Ὁ Κύριος τῆς δόξης ἐξελεῖται ἡμᾶς ἐκ τῆς τοιαύτης ἀγάπης. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ἐν τῷ ἐσχάτῳ μου τούτῳ καὶ τελευταίῳ κεφαλαίῳ, ἵνα ἕκαστος ὑμῶν πρὸ ὀφθαλμῶν ἔχῃ τὴν ἔξοδον αὑτοῦ τῆς ψυχῆς καθ' ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν· οἶδε γὰρ τὸ μέρος τοῦτο παιδεῦσαι τὴν ψυχὴν πρὸς ἀσφάλειαν καὶ ὁδηγῆσαι πρὸς σωτηρίαν, ἵνα μὴ τὰ τῆς αὔριον μεριμνᾷ καὶ φαντάζηται-ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς-, ἵνα, ὅταν ἔλθῃ ὁ Κύριος ἐπὶ τὴν ψυχὴν ἡμῶν ἐν ὥρᾳ ᾗ οὐκ οἴδαμεν, ἑτοίμους ἡμᾶς εὕρῃ πρὸς τὴν αἰώνιον ἐκείνην καὶ ἀπέραντον ὁδόν. Ταῦτα ἔγραψα, τέκνον μου καὶ ἀδελφέ, ἐν πολλῇ ὀδύνῃ τῆς καρδίας μου, οὐκ ἀπὸ σκέψεως δὲ ἢ μελέτης-μαρτυρεῖ μοι ὁ Χριστός. Ἀλλ', εἴ τι αὐτὸς ὑπηγόρευσε διὰ τῆς πονηρᾶς μου καρδίας, τοῦτο καὶ ἔγραψα· πρᾶγμα οὐκ ἔχω. Αὐτὸς γάρ ἐστιν, ὁ καὶ ἐν ἀλόγοις ζῴοις ἐν καιρῷ εὐθέτῳ ἀνθρωπίνην φωνὴν χαρισάμενος, ὡς καὶ ἐν Ῥώμῃ τῷ κυνὶ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, οὐ διὰ τὴν ἁγιότητα τοῦ κυνός, ἀλλὰ διὰ τὴν πίστιν τῶν ἀκουόντων. Ὁ δὲ Κύριος τῆς δόξης ὁ διδάσκων ἄνθρωπον γνῶσιν ὁδηγήσει ὑμᾶς εἰς τὸ αὑτοῦ θέλημα. Ὁ Κύριος τῆς δόξης στηρίξει τὰς ψυχὰς ὑμῶν ἐν τῇ πίστει αὑτοῦ ἕως τέλους. Ὁ Κύριος τῆς δόξης τὴν αὑτοῦ εἰρήνην καὶ τὴν αὑτοῦ ἀγάπην χαρίσεται ὑμῖν διὰ παντός. Ὁ Κύριος τῆς δόξης φυλάξει τὰς ψυχὰς ὑμῶν. Ὁ Κύριος τῆς δόξης ἔσται μεθ' ὑμῶν. Ὁ βασιλεύων πρὸ τῶν αἰώνων καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.