1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

6

παρ' ἐμοῦ λεγόμενα, πρός τε τὸ ἐκείνοις διαπορθμεῦσαι. Ἐνταῦθα μὲν νηπτικῶς, ἐκεῖ δὲ ἀνδρικῶς. Καὶ πολεμήσωσί σε. Ὥστε ἐξ ὧν πάσχεις, βλάπτειν μᾶλλον τοὺς 64.756 ποιοῦντας, ἢ αὐτόν σέ τι ὑπομένειν ἄτοπον. ΚΕΦΑΛ. Βʹ. Ἐμνήσθην ἐλέους νεότητός σου. Τὰς εὐεργεσίας αὐτῶν λέγει, οὐχὶ αὐτῶν ἐγκώμια. Ἐπειδὴ γὰρ εἶπε τὴν τιμωρίαν, ἵνα δείξῃ, ὅτι δικαίαν ταύτην ἐπάγει, λέγει ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, Ἐμνήσθην ἐλέους νεότητός σου, τουτέστι τοῦ ἐλέους· οὗπερ ἀπεδειξάμην πρὸς σὲ νέαν οὖσαν ἐμνήσθην. Καθάπερ γὰρ ἡμεῖς περὶ τὰ παιδία μικρὰ ὄντα πολλὴν ἔχομεν φιλοστοργίαν, ὅτε οὔπω παροξύνουσιν ἡμᾶς· οὕτω καὶ ὁ Θεὸς ἐν ἀρχῇ, καὶ ἐν προοιμίοις ὅτε ἀπὸ τῆς αὐτοῦ χάριτος ἔσωσε μόνης αὐτοὺς, καὶ οὐκ ἀπῄτει τὰ παρ' ἑαυτῶν. Πλὴν ἔλεον ἐπιδείκνυται, ἄλλ' ὅμως εἰς λήθην αὐτὸν ἐποίησας ἐμπεσεῖν μετὰ ταῦτα. Τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ. Τουτέστιν, Ἐν τούτῳ ἔλεον ἐπεδειξάμην, ἐν τῷ ποιῆσαι ἐξακολουθῆσαί μοι, ἐν τῷ προηγεῖσθαί σου, ἐν τῷ ἀπιέναι καὶ προετοιμάζειν καταγώγια ἐν γῇ μὴ σπορίμῃ· οὐχ ἁπλῶς ἐν ἐρήμῳ, οὐχ ὑπὸ ἀνθρώπων καταλελειμμένῃ, ἀλλὰ μηδέποτε δεξαμένῃ καρπόν· ἐκεῖ ἠκολούθεις μοι. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Τουτέστιν, Ἐκεῖ σου προηγούμην, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τῷ ἅγιόν σε ποιῆσαι, καὶ ἅγιον ἐμοί. Μέγα μὲν γὰρ καὶ ἅγιον εἶναι, ὅταν δὲ καὶ Θεοῦ ἅγιος εἶ, ἐννόησόν μοι. Ἐντεῦθεν ἡ ἀρχὴ τῶν λόγων τοῦ προφήτου τῶν πρὸς τὸν λαόν· ὡς γὰρ κρινόμενος πρὸς αὐτοὺς ἀπομιμνήσκει τῆς ἰδίας εὐεργεσίας πείθων τὸν προφήτην, ὡς οὐκ ἀδίκως ἐκφέρει κατ' αὐτῶν τὴν ψῆφον. Λέγει τοίνυν, ὅτι Ἄνωθεν πολλῆς τῆς παρ' ἐμοῦ κηδεμονίας ἀπήλαυσας. Νεότητα δὲ λέγει τὴν ἐν Αἰγύπτῳ διατριβὴν τοῦ λαοῦ, ὡς τότε ἐκλεγέντων παρὰ Θεοῦ. Τὸ δὲ, ἀγάπης τελειώσεώς σου, ἀντὶ τοῦ, Τελείως σε ἠγάπησα, πᾶσαν πρόνοιάν σοι νείμας· καὶ ἡ ἀπόδειξις ἀπὸ τοῦ ἐπαγομένου· Ἐν τῷ, φησὶν, ἐξακολουθῆσαί σε τῷ Ἁγίῳ Ἰσραήλ. Ἀντὶτοῦ· Ἡνίκα ἐδεήθης μου πάσχων πάνδεινα ἐν Αἰγύπτῳ, καὶ ἐξήγαγόν σε καὶ ἡγούμην ὑποδεικνὺς τὴν ὁδὸν ἐν τῇ ἐρήμῳ. Καὶ παρεῖχόν σοι ἄφθονον τῶν ἀναγκαίων τὴν χρείαν ἐν ἐρημίᾳ ἀτριβεῖ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Τουτέστιν, ἀφωρισμένος τῷ Θεῷ. Οὕτω γὰρ λέγει καὶ ὁ Μωσῆς· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ. Ἀπαρχὴ γεννημάτων αὐτοῦ. Τουτέστι τῶν ἀνθρώπων ἁπάντων, τῆς οἰκουμένης ἁπάσης, καίτοι καὶ οἱ ἄλλοι αὐτοῦ. Ὅπερ οὖν λέγεται πρωτότοκος, οὐ διὰ τὸ πρῶτος γενέσθαι, οὐ διὰ φύσιν· ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἡ πρωτοτοκία ποιεῖ τὴν ἀγάπην· ἐνταῦθα δὲ ἡ ἀγάπη ἐποίησε πρωτότοκον εἶναι. 64.757 Τουτέστιν ἡ ἀπαρχὴ τῷ Θεῷ οἰκεία, καὶ οὐ δύναται ἄλλως γενέσθαι. Οὕτω καὶ ὁ Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν γενόμενος. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι κακὰ ἐπ' αὐτοῖς. Οὐ μικρὸν καὶ τοῦτο δῶρον τὸ ποιοῦν τοὺς ἐχθροὺς ἀπόλλυσθαι τοὺς αὐτοῦ. Ὡς γὰρ ἁμαρτάνει ὁ τῶν ἀπαρχῶν γευόμενος, οὕτως καὶ ὁ εἰς σὲ πλημμελῶν. ∆ιὰ τοῦτο πάλαι καὶ τὸν Φαραὼ ἐτιμωρησάμην, καὶ πάντας τοὺς ἐπανισταμένους· τὰ γὰρ παλαιὰ διηγεῖται. Τὸ δὲ, ἐσθίοντες, ἀντὶ τοῦ, φαγόντες, καὶ τὸ, πλημμελοῦσι, ἀντὶ τοῦ, ἐπλημμέλησαν. Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ. Ὁ θαῤῥῶν τοῖς ἑαυτοῦ δικαιώμασι, οὐ παραιτεῖται πολλοὺς εἶναι τοὺς ἀκροατάς. Ἀλλὰ καὶ σπουδάζει πανταχοῦ λαμπρὸν ἔχειν τὸ θέατρον, ὅπερ καὶ ὁ Θεὸς ποιεῖ, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄψυχα καλῶν, καὶ αἱρούμενος καὶ ἐπὶ τῶν ἔξω δικαστηρίων δικάζεσθαι. Ὁ βουλόμενος ἀκουέτω, διὰ τὸ περιφανὲς τῶν δικαίων· ὡς ὅγε ὑποπτεύων ἀεὶ παραιτεῖται τοὺς δικαστάς. Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τί λέγεις; μετὰ τοσαύτην ἀπειλὴν, μετὰ τοσαῦτον φόβον ἀπολογῇ; Ναὶ,