1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

6

τοῦ Θεοῦ γέγονεν ἔλεος, πάντες ἂν ἀνηρπάσθησαν, οὕτω καὶ ἐν τῷ καιρῷ τῆς τοῦ Χριστοῦ παρουσίας, εἰ μὴ τὰ τῆς χάριτος ἐφάνη, χαλεπώτερα τούτων πάντες ἂν ἔπαθον. Ἐγκατέλιπε δὲ ἡμῖν σπέρμα· τοὺς σωθέντας ἀπὸ τῆς αἰχμαλωσίας λέγει. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμῳ Θεοῦ ἡμῶν, λαὸς Γομόρρας. Ἐπειδὴ εἶπεν, ὅτι τὰ Σοδόμων ἦσαν ἄξιοι παθεῖν, δείκνυσιν ὅτι καὶ τὰ Σοδόμων ἐτόλμων. ∆ιὸ καὶ ἀπὸ τῆς κοινῆς αὐτοὺς ὀνομάζει προσηγορίας. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲ καιρὸν εἶχεν ὁ λόγος. Ὅτι γὰρ οὐ πρὸς Σοδομηνοὺς ἀποτείνεται νῦν, ἀλλὰ πρὸς Ἰουδαίους, καλῶν αὐτοὺς τῇ τῆς προσηγορίας κοινωνίᾳ, δείκνυσι τὰ μετὰ ταῦτα λεγόμενα. Θυσιῶν γὰρ μέμνηται καὶ προσφορῶν καὶ τῆς ἄλλης τῆς νομικῆς λατρείας, ἧς οὐδὲ ἴχνος ἦν παρὰ Σοδομίταις. Νόμῳ Θεοῦ ἡμῶν, τῷ ἐλέγχῳ φησί. Τί μοι πλῆθος, φησί, τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ὁ ψαλμὸς ὁ τεσσαρακοστὸς ἔννατος ἅπας τῷ χωρίῳ τούτῳ προσέοικε, δι' ἑτέρων μὲν ῥημάτων, διὰ τῶν αὐτῶν δὲ ὑφαινόμενος νοημάτων. Τῷ γὰρ ἐν τῷ ψαλμῷ· Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ, ἴσον ἐστὶ τὸ Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· καὶ τὰ ἑξῆς δὲ τοιαῦτα. Ὥσπερ γὰρ ὁ ∆αυΐδ φησιν· Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντός· οὕτω καὶ ὁ Ἡσαΐας φησί· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος. Καὶ πάλιν ὁ μὲν ∆αυΐδ φησιν· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου τράγους· ὁ δὲ Ἡσαΐας· Ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ἐπειδὴ γὰρ ἐγκαλούμενοι συνεχῶς ἐπὶ τῷ τῆς ἄλλης ἀρετῆς εἶναι ἔρημοι, ἀντὶ μεγίστης ἀπολογίας τὰς θυσίας προεβάλλοντο, ὡς συνεχῶς αὐτὰς ἐπιτελοῦντες, εἰκότως ἑκάτερος ὁ προφήτης, μᾶλλον δὲ καὶ οἱ ἄλλοι πάντες, ταύτης ἐκβάλλουσιν αὐτοὺς τῆς ἀπολογίας. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως αὐταὶ ἐδόθησαν, ἀλλ' ὥστε παιδαγωγίαν γενέσθαι τῆς ἄλλης ἐντεῦθεν αὐτοῖς πολιτείας. Ἐπεὶ δὲ τῶν ἀναγκαίων κατεπειγόντων ἀμελοῦντες, ἐν τούτοις ἠσχόληντο, οὐδὲ ταύτας λοιπὸν προσίεσθαί φησιν ὁ Θεός. Οὐδὲ ἂν ἔρχησθε ὀφθῆναί μοι. Ἐὰν παραγένησθε, φησίν, εἰς τὸν ναόν. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ μὴν ὁλόκληρον σύγκειται βιβλίον τὸ Λευϊτικὸν λεγόμενον, περὶ τῆς τῶν θυσιῶν ἀκριβείας νομοθετοῦν. Καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ καὶ ἐν ἑτέροις πλείοσι πολλοὶ περὶ τούτων εἰσὶ διεσπαρμένοι νόμοι. Πῶς οὖν φησι· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἵνα μάθῃς, ὅτι οὐ προηγούμενον ἦν Θεοῦ θέλημα, τὸ τὰ τοιαῦτα νομοθετεῖν, ἀλλ' ἀπὸ τῆς αὐτῶν ἀσθενείας τὴν ἀρχὴν ἔλαβεν ἡ περὶ τούτων νομοθεσία. Ὥσπερ γὰρ οὐκ ἐβούλετο γυναῖκα ἐκβάλλεσθαι τὴν ἅπαξ ἀνδρὶ συναφθεῖσαν, μεῖζον δὲ ἐκκόπτων κακόν, τὸ μὴ κωλυομένους ἐκβάλλειν, ἀναγκάζεσθαι σφάττειν ἔνδον οὔσας καὶ μισουμένας, τὸ ἔλαττον συνεχώρησεν· οὕτω δὴ καὶ ἐνταῦθα, κωλύων τὸ δαίμοσι θύειν, κατεδέξατο ὅπερ οὐκ ἐβούλετο, ἵν' ὅπερ ἐβούλετο κατορθώσῃ. Τοῦτο γοῦν αὐτὸ πάλιν Μιχαίας ὁ προφήτης ἐνδεικνύμενος ἔλεγε· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; λέγει Κύριος. Καὶ ὁ Ἱερεμίας δέ φησιν· Οὐ ταῦτά ἐστιν, ἃ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν.

1.5 Ἐπειδὴ γὰρ καὶ δαίμονες τοῦτον ἐθεραπεύθησαν τὸν τρόπον, καὶ αὐτὸς οὗτος, ἵνα μηδεμία τοῖς ἀσθενεστέροις ἐντεῦθεν ἀπωλείας γένηται πρόφασις, συνεχῶς διὰ πάντων ταῦτά φησι τῶν προφητῶν. Ἐκεῖνοι μὲν γὰρ καὶ μὴ διδομένων ἠγανάκτουν, καὶ συνεχῶς ἐπέκειντο τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀπαιτοῦντες καὶ λέγοντες· Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Αὐτὸς δὲ οὔτε ἐξ ἀρχῆς ᾔτησεν καὶ ἡνίκα ἐκέλευσεν, ἔδειξεν, ὅτι οὐχὶ βουλόμενος τοῦτο ἐπέτρεψεν· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ καταλῦσαι ταχέως αὐτὰς καὶ ἡνίκα ἐπετελοῦντο, μὴ προσίεσθαι· καὶ διὰ πάντων ἁπαξαπλῶς ἐδήλου ὅτι πολλῷ τῆς μεγαλωσύνης αὐτοῦ τῆς λατρείας οὗτος ὁ