6
τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης· οὗ δὴ χάριν καὶ ὁ μα κάριος ἔφη Παῦλος· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύ ριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Αὐτὸς μέντοι τῷ φωτὶ τῷ θείῳ καταυ γαζόμενος εἰκότως ἐβόα· Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ οπτριζόμενοι, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύ ματος. Ἡμᾶς δὲ προσήκει τὸν ∆εσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλ μῶν, ὑποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. Τὰς γὰρ θείας Γραφὰς κατὰ ἀναγωγὴν καὶ θεωρίαν κατοπτριζό μεθα καὶ νοοῦμεν· ὡς ὅτι ὁ ἀμνὸς ὁ πάλαι σφαζόμενος παρὰ τῶν Ἰσραηλιτῶν, τύπος ἦν τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ σφαγιασθέντος ὑπὲρ ἡμῶν· καὶ ὥσπερ ἐκεῖ ἡ χρῖσις τοῦ αἵματος τῶν φλιῶν ἔσωσε τοὺς χρίσαντας, οὕτω τὸ αἷμα τοῦ ἀληθινοῦ ἀμνοῦ Χρι στοῦ τοῦ Θεοῦ ἡμῶν ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς κατάρας τοῦ ἐχθροῦ καὶ τῆς τοῦ θανάτου διαμονῆς. Πάλιν δὲ καὶ ὁ Ἰσραηλίτης λαὸς τὸν Ἰορδάνην διαβὰς, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἀπαγγελίας, τύπος ἡμῶν τῶν Χριστια νῶν γέγονεν· ὅτι ἡμεῖς δι' ὕδατος τοῦ ἁγίου βαπτίσμα τος εἰς τὴν ἐπηγγελμένην γῆν, τὴν βασιλείαν τῶν οὐρα νῶν, εἰσαγόμεθα. Ἑβραῖοι δὲ οὐδὲν τοιοῦτον κατανοοῦ σιν, ὅτι Κάλυμμα ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν κεῖται, καθὼς λέγει ὁ θεῖος ἀπόστολος Παῦλος. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου. δʹ. ∆ικαίου φωνὴ, καὶ κατὰ Θεὸν βιοῦντος, καὶ μὴ λογι ζομένου τὰ τοῦ κόσμου πράγματα. ∆ιὸ καὶ πάροικον ἑαυτὸν λέγει· καθὼς καὶ Ἀβραὰμ καὶ πάντες οἱ ἅγιοι πάροικοί εἰσιν ἐν τῷδε τῷ βίῳ, ἔχοντες τὴν κατοικίαν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Τὴν γὰρ γῆν ταύτην πάντες ἡμεῖς οὐ κατοικοῦμεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύ νονται· ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσκαιρον. ∆ιὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. Ἐπεπό θησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς τῶν οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεὶ, ἀλλὰ νῦν μὲν τοῖς θείοις ἀρέσκονται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμασι· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον τὸν πόθον ἔχειν διηνεκῶς. Ἐν παντὶ οὖν καιρῷ λέγει, οὐχ ὡς ποτὲ μὲν ἐπιποθεῖν, ποτὲ δὲ οὔ. Ἴσασι γάρ τινες, ὅτι γίνεται αὐτοῖς κατάνυξις, ποτὲ μὲν ἐπιποθεῖν τὰς τοῦ Θεοῦ ἐντολὰς διὰ τὸν φόβον τῆς αἰωνίου κολάσεως καὶ διὰ πόθον τῆς τῶν οὐρανῶν βασι λείας, ποτὲ δὲ ἀπάγονται ταῖς σαρκικαῖς ἐπιθυμίαις. Οἱ τοιοῦτοι οὖν ἐν παντὶ καιρῷ τὸν Θεὸν οὐκ ἐπιποθοῦσιν· οἱ δὲ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην τοῦτο ποιοῦντες, οὐδὲ ὅλως ἀφίστανται τῶν τοῦ Θεοῦ κριμάτων. Ἐπετίμησας ὑπερ ηφάνοις. Οἱ τῶν θείων νόμων καταφρονοῦντες, τῇ τῆς ὑπερηφανίας περιπίπτουσι νόσῳ, καὶ τὴν παρὰ τοῦ δι καίου κριτοῦ δέχονται τιμωρίαν Ἐπήρθησαν οὖν τινες κατὰ τοῦ Θεοῦ, ἀλλ' ἐπετιμήθησαν παρ' αὐτοῦ, ὡς ὁ Φαραὼ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ ἀπώλετο ὑπερηφανευθεὶς, καὶ ὁ Σενναχερεὶμ εἰς ὕψος ἐπαρθεὶς ὑπὸ τῶν ἰδίων υἱῶν ὤλετο. Ὡσαύτως καὶ Ναβουχοδονόσορ ὑψωθεὶς τὴν καρ δίαν, ἴσα κτηνῶν ἐβόσκετο. Τοιοῦτοι γὰρ τῶν ἀλαζόνων οἱ μισθοί· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, καθὼς ἐν Παροιμίαις γέγραπται. Ἐπικατάρατοι οἱ ἐκ κλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Τῇ τοῦ θείου Πνεύ ματος ἐμπνεύσει προφῆται ἐλάλησαν, καθὼς καὶ ἐν τῷ συμβόλῳ τῆς πίστεως ἡμῶν ὁμολογοῦμεν, Τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Αὐτὸ οὖν τὸ Πνεῦμα τὸ