1

 2

 3

 4

 5

 6

 7

 8

6

Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί· ἀλλ' οἱ ἀληθινοὶ προσ κυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Εἶδες διδασκαλίαν ἀρίστην, εἶδες εὐμη χάνου ∆ιδασκάλου σοφίαν; Γύναι, πίστευσόν μοι λέγοντι. Βλέπε, πῶς καταρτίζει τὴν πίστιν τῆς γυναι κός· βλέπε, πῶς τὴν ψυχὴν αὐτῆς κατ' ὀλίγον εἰς τοὺς οὐρανοὺς ἀνακουφίζει, οὐκ αἰσχυνόμενος τὸ τῆς πόρνης περιβόλαιον, ἀλλὰ τῆς ψυχῆς τὴν σωτηρίαν διακονῶν. ∆ιὰ τί; Ἐπειδὴ οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· ἐπειδὴ διὰ τὸ ἀπολωλὸς πρόβατον, μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικοὺς, πρὸς ἡμᾶς καταβέβηκε, κλίνας οὐρανοὺς καὶ ἄνθρωπος τέλειος γέ γονεν, ὅπερ ἦν μεμενηκώς. Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυ νηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Οὐ περιγράφεται τόπῳ ἡ τοῦ Θεοῦ προσ κύνησις, ἀλλ' ἐξεφήπλωται πανταχοῦ τῆς θείας χάριτος ἡ ἐπίγνωσις· οὐκ ἔτι Ἰουδαῖοι καὶ Σαμαρεῖται ἁρπά ζουσι πρὸς ἑαυτοὺς τοῦ νόμου τὰ σύμβολα. Καὶ γὰρ τοὺς προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν.

Οὐκ ἔτι ἐν ἀλλοτρίοις ὁλο καυτώμασι, καὶ μόσχοις, καὶ κριοῖς· οὐκ ἔτι περιτομὴ, καὶ σαββάτου φυλακή· οὐκ ἔτι ναὸς, καὶ βωμὸς, καὶ τράγος ἀποπομπαῖος, καὶ τὰ ἅγια τῶν ἁγίων· οὐκ ἔτι σκιὰ, καὶ λατρεία, καὶ σάββατα διεψευσμένα. Τὰς γὰρ νεομηνίας ὑμῶν καὶ τὰ σάββατα, φησὶν ὁ Θεὸς διὰ προφήτου, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νη στείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Τοὺς προσκυνοῦτας γὰρ αὐτὸν, ἐν πνεύ ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Παρελήλυθεν ἐκεῖνα πάντα ὡς σκιά· τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Μετεστράφη λοιπὸν τῶν πραγμάτων ἡ χᾶρις· οὐκ ἔτι κατὰ τὸν νόμον εἰς ἕνα τόπον τοὺς προσ κυνοῦντας τῷ Θεῷ συγκροτεῖσθαι συγχωρῶ· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐφαπλῶσαι βούλομαι τὰ τῆς σωτη ρίας χαρίσματα. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυ νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ κυνεῖν. Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχε ται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀπαγ γελεῖ ἡμῖν πάντα. Ὢ πόρνης πνευματικὰ φιλοσοφούσης· ὢ πόρνης τὰς θείας Γραφὰς ἐπὶ στόματος φερούσης. Κἂν γὰρ τῷ σώματι βεβάπτισται τῇ τῆς πορνείας ἀκα θαρσίᾳ, ἀλλ' ἡ ψυχὴ κεκαθάρισται τῇ τῶν θείων Γραφῶν ἐπαγγελίᾳ καὶ ἀναγνώσει. Οἶδα ὅτι Μεσσίας ἔρχεται. Μεσσίας δὲ ἑρμηνεύεται Ἠλειμμένος. ∆ιὰ τοῦτο ἡ γυνὴ, Προσδοκῶ, φησὶ, τὸν Ἠλειμμένον, οὗ ἡ σὰρξ ἀλειφθήσεται τῇ θεότητι. Ἐκεῖνος ὅταν ἔλθῃ, ἀναγ γελεῖ ἡμῖν πάντα. Ὢ προκοπῆς πνευματικῆς, ὢ γυ ναικὸς πόρνης καὶ πάντα εἰδυίας. Βλέπε πῶς ἀπὸ τῶν καταχθονίων εἰς τοὺς οὐρανοὺς ἀνεπτερώθη. Μεσσίαν λέγει τὸν ἀποστελλόμενον, τὸν προσδοκώμενον Χριστὸν, 59.541 τὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐρχόμενον, καὶ πά λιν προφήτην, καὶ πάλιν Κύριον· οὐκ ἔτι καλεῖ αὐτὸν Ἰουδαῖον, οὐκ ἔτι διακρίνεται περὶ τὴν δόσιν τοῦ ὕδατος, οὐκ ἔτι λέγει πρὸς αὐτόν· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαίοις Σαμαρεῖται· ἀλλὰ τί; Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ· καὶ πάλιν ἁπτο μένη δογμάτων· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύ μοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Βλέπε, πῶς ἁρπάζει τὴν δωρεὰν τῶν πνευματικῶν χαρισμάτων· βλέπε, πῶς ἅπαντα μετὰ Γραφικῆς ἀποδείξεως λέγει. Οἶδα, ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Ἐκεῖνον ζητῶ, ἐκεῖνον προσδοκῶ, ἐκεῖνον