6
ὡρῶν φυλάττει; τίς τοὺς εὐτάκτους τῆς φύσεως νόμους τέθεικε; τίς ἡμέρας καὶ νυκτὸς δρόμους ἔταξε; Ταῦτα ἐκείνης τῆς γενέσεως ἀνώτερά ἐστιν. Οὒ, φησὶν, ἀλλ' αὐτόματα γέγονε. Καὶ πῶς ἂν εὐταξία τοσαύτη αὐτομάτη γένοιτο ἄν; Πόθεν οὖν, φησὶν, οἱ πλούσιοι, οἱ ὑγιαίνοντες, οἱ εὐδοκιμοῦντες, οἱ μὲν ἀπὸ πλεονεξίας, οἱ δὲ ἀπὸ κληρονομίας, οἱ δὲ ἀπὸ βίας; τίνος οὖν ἕνεκεν εὐημερεῖν τοὺς κακοὺς συνεχώρησεν ὁ Θεός; Ὅτι οὐκ ἔστιν ἐνταῦθα ἡ τοῦ κατ' ἀξίαν ἀντίδοσις, ἀλλ' ἐν τῷ μέλλοντι καιρῷ· τότε μοι δεῖξον τοιοῦτόν τι γινόμενον. Τέως ἐνταῦθά μοι δὸς, φησὶ, καὶ ἐκεῖ οὐ ζητῶ. Ἀλλὰ διὰ τοῦτο οὐ λαμβάνεις, ἐπεὶ ζητεῖς. Εἰ γὰρ ἐκτὸς ὢν τῆς ἡδονῆς οὕτως αὐτὰ ζητεῖς, ὡς ἐκείνων προτιμᾷν, πολλῷ μᾶλλον, εἰ καὶ ἡδονῆς καθαρᾶς ἀπέλαυες. ∆ιὰ τοῦτο ταῦτα δείκνυσί σοι, ὅτι οὐδέν εἰσιν, ὅτι ἀδιάφορά ἐστιν· οὐ γὰρ ἂν, εἰ μὴ ἀδιάφορα ἦν, καὶ ἐκείνοις αὐτὰ ἔδωκεν ἄν· εἰπέ μοι, τὸ μέλανα εἶναι, ἢ μακρὸν, ἢ μικρὸν, οὐχὶ ἀδιάφορον· οὕτω καὶ ὁ πλοῦτος. Εἰπὲ γάρ μοι, ἐπὶ τῶν ἀναγκαίων οὐκ ἐξ ἴσης πᾶσι δέδοται, οἷον ἐπιτηδειότης πρὸς ἀρετὴν, τῶν πνευματικῶν δωρεῶν ἡ διανομή; Εἰ ᾔδεις τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐκ ἂν ἐκείνων ἐξ ἴσης ἀπολαύων ἐν τούτοις ἠγανάκτησας, οὐδ' ἂν ταύτην τὴν πλεονεξίαν ἐζήτησας. ἐκείνην τὴν ἰσομοιρίαν εἰδώς; Ὥσπερ ἂν ὁ οἰκέτης τροφὰς μὲν τὰς παρὰ δεσπότου καὶ ἐνδύματα καὶ οἰκήματα καρπούμενος, καὶ πάντων τῶν ἄλλων ἐξ ἴσης τοῖς ἄλλοις ἀπολαύων, εἰ τρίχας ἔχοι περιττὰς ἐπὶ τῆς κεφαλῆς, ἢ ὄνυχας μείζονας, πλέον ἔχειν νομίζοι τῶν ἄλλων· τὸν αὐτὸν 62.509 δὴ τρόπον καὶ ὁ τοιοῦτος μάτην ἐπὶ τούτοις μέγα φρονεῖ, ἐφ' οἷς τὴν ἀπόλαυσιν πρόσκαιρον ἔχει. ∆ιὰ ταῦτα ἡμᾶς ἀφίστησιν αὐτῶν, ἵνα τὴν μανίαν ταύτην σβέσῃ, ἵνα μεταγάγῃ τὸν πρὸς αὐτὰ πόθον εἰς τὸν οὐρανόν. Ἡμεῖς δὲ οὐδὲ οὕτω σωφρονιζόμεθα. Ὡς γὰρ τὸ παιδίον εἴ τι παιδικὸν ἔχοι, καὶ προτιμᾷ τοῦτο τῶν ἀναγκαίων, ἀποστερεῖ αὐτὸ ὁ πατὴρ τῶν παιδικῶν, ἵνα καὶ ἄκοντα μεταγάγῃ πρὸς τὸ τέλειον. οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ, ἵνα ἡμᾶς μεταγάγῃ εἰς τὸν οὐρανόν. Πῶς οὖν τοὺς πονηροὺς ἀφίησι πλουτεῖν, φησίν; Ὅτι οὐ πολὺς αὐτῷ λόγος ἐκείνων. Πῶς οὖν καὶ τοὺς δικαίους; Οὐκ αὐτὸς, ἀλλ' ἁπλῶς συγχωρεῖ. Καὶ ταῦτα μὲν νῦν ἐπιπολαίως ἡμῖν εἴρηται, ὡς πρὸς ἀγνοοῦντας τὰς Γραφάς· εἰ δὲ ἐβούλεσθε πιστεύειν καὶ προσέχειν τοῖς θείοις λόγοις, οὐδὲν ἂν 62.510 ἡμῖν τούτων ἐδέησε τῶν λόγων· ἐκ τούτων γὰρ πάντα ἂν ᾔδειμεν. Ἵνα γὰρ μάθῃς, ὅτι οὐδέν ἐστιν ὁ πλοῦτος, οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ σοι δείκνυμι πολλοὺς, οἷς ἐξὸν κερδαίνειν, οὐ κερδαίνουσιν, οἷς ἐξὸν ὑγιαίνειν, κατατήκουσιν ἑαυτῶν τὰ σώματα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι. Οὐδεὶς μέντοι ἀγαθὸς ὢν, σπουδάζει εἶναι κακός. Οὐκοῦν παυσώμεθα τοῦ ζητεῖν τὰ ἐνταῦθα ἀγαθὰ, καὶ ζητήσωμεν τὰ ἐν οὐρανοῖς. Οὕτω γὰρ αὐτῶν καὶ τυχεῖν δυνησόμεθα, καὶ τῆς ἀϊδίου τροφῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Βʹ. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ
συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ
νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. αʹ. Οὐδὲν οὕτω λυμαίνεται τὸ τῶν ἀνθρώπων γένος, ὡς τὸ φιλίας καταφρονεῖν,