6
καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ φιλανθρωπίαν, καὶ δεόμενος βοῶ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, διὰ τὸ ὄνομά σου, καὶ μόνον. Οὐδὲν γὰρ ἔχω προσενέγκαι σοι, οὐ πρᾶξιν ἀγαθὴν, οὐ καρδίαν καθαρὰν, ἀλλὰ θαῤῥῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιῤῥίπτω ἐμαυτὸν, ὅπως κτίσῃς ἐν ἐμοὶ κατάνυξιν, ἵνα μὴ πάλιν καταπίπτω εὐκόλως εἰς ἁμαρτίαν, ἀλλ' ἐκ τοῦ νῦν λατρεύσω σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, ὅτι σοῦ ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 64.43 Παρακαλῶ οὖν ὑμᾶς ταῦτα προσδοκοῦντας, ἀδελφοί μου, σπουδάζειν ἀσπίλους καὶ ἀμώμους αὐτῷ εὑρεθῆναι ὑμᾶς ἐν εἰρήνῃ. Ὅταν ἐπέλθῃ σοι πονηρὰ ἐνθύμησις, σπάσαι τὴν μάχαιραν ταύτην, τουτέστι τὸν φόβον τοῦ Θεοῦ ἀναλόγισαι, καὶ συγκόπτεις πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀντὶ δὲ σάλπιγγος ἔχε τὰς θείας Γραφάς· καθ' ὃν γὰρ τρόπον ἡ σάλπιγξ βοῶσα ἐπισυνάγει τοὺς στρατιώτας, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ βοῶσαι πρὸς ἡμᾶς ἐπισυνάγουσιν ἡμῶν τοὺς λογισμοὺς εἰς τὸν φόβον τοῦ Θεοῦ. Καὶ γάρ εἰσιν οἱ λογισμοὶ ἡμῶν δίκην στρατιωτῶν πολεμοῦντες πρὸς τοὺς ἐχθροὺς τοῦ βασιλέως. Πάλιν ὃν τρόπον ἡ σάλπιγξ βοῶσα ἐν καιρῷ πολέμου διεγείρει τῶν νέων καὶ ἀγωνιστῶν τὴν προθυμίαν κατὰ τῶν ἀντιδίκων, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν εἰς τὸ ἀγαθὸν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν.
∆ιὸ, ἀδελφέ μου, ὅσον δύνασαι ἀνάγκαζε σεαυτὸν πυκνότερον ἐντυγχάνειν αὐταῖς, ὅπως ἐπισυνάξουσί σου τοὺς λογισμοὺς, οὓς διασκορπίζει ὁ ἐχθρὸς τῇ αὐτοῦ κακομηχανίᾳ, ἢ πονηρὰς ἐνθυμήσεις, ἢ καὶ θλίψεις πολλάκις ἐπιφέρων, ἢ εὐημερίας καὶ εὐρυχωρίας πολλὰς παρέχων. Ταῦτα γὰρ κατεργάζεται τῇ αὐτοῦ πανουργίᾳ καὶ δολιότητι, ὅπως ἀπαλλοτριώσῃ ἀπὸ τοῦ Θεοῦ 64.44 τὸν ἄνθρωπον. Ὅταν γὰρ πολλάκις μὴ δυνηθῇ διὰ τῶν ἐνθυμήσεων ἐπηρεάσαι καὶ καταβαλεῖν, τότε λοιπὸν ἐπιφέρει αὐτῷ θλίψεις, ὅπως σκοτίσῃ τὴν διάνοιαν, καὶ εὑρήσῃ λοιπὸν ἐπισπεῖραι, ἃ βούλεται. Καὶ ἄρχεται ὑποβάλλειν τότε τῷ ἀνθρώπῳ τὰ τοιαῦτα ἐνθυμήματα, καὶ λέγειν μεθ' ὅρκων, ὅτι Ἀφ' οὗ ἐργάζομαι τὸ ἀγαθὸν, κακὰς ἡμέρας εἶδον· Ποιήσωμεν οὖν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Τότε ἐὰν μὴ εὑρεθῇ τις νήφων, καταπίνει αὐτὸν, ὥσπερ ᾅδης, ζῶντα. Εἰ δὲ καὶ ἐν τούτοις μὴ δυνηθῇ αὐτὸν ἐπηρεάσαι, τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυχωρίαν, καὶ ὑψώνει αὐτὸν καὶ ἀπάτην πολλὴν παρέχει αὐτῷ τὴν δεινοτέραν καὶ χείρονα πάντων τῶν παθῶν.
Αὕτη γάρ ἐστιν ἡ ὑπερήφανον καὶ ἄφοβον ἐργαζομένη τὸν ἄνθρωπον· αὕτη εἰς τὸν βυθὸν τῶν ἡδονῶν κατασπᾷ τὸν νοῦν· αὕτη ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν Θεὸν, μηδὲ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν, μηδὲ ἐννοεῖσθαι τὴν ἡμέραν τοῦ θανάτου καὶ τῆς κρίσεως· αὕτη γάρ ἐστιν ἡ ὁδὸς πάντων τῶν κακῶν. Ταύτην τὴν ὁδὸν ὁ ἀγαπῶν βαδίζειν τὴν τῆς εὐρυχωρίας καὶ ἀνέσεως, εἰς τὰ ταμεῖα τοῦ θανάτου εὑρίσκεται φθάνων· αὕτη ἐστὶν ἡ ὁδὸς, ἣν ὁ Κύριος εἶπε· Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.